Ancient Greek · ~2 min
Book 2, Chapter 20
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 2.20.3
Not analysed yet
οἵ τ᾿ ἐν καιρῷ τοῦ ἀγῶνος καρτερίᾳ ψυχῆς διὰ θεὸν λαμπρυνόμενοι, μετάλλοις κακοπαθεῖν παραδοθέντες, ἢ νήσοις οἰκεῖν κριθέντες, ἢ δημοσίοις ἔργοις δουλεύειν κατηναγκασμένοι, τούτων ἀθρόως ἁπάντων ἐλευθερίας ἀπήλαυον. καὶ τοὺς στρατιωτικῆς δ᾿ ἀξίας δι᾿ ἔνστασιν θεοσεβείας ἀποβλήτους γενομένους ἀνεκαλεῖτο τῆς ὕβρεως ἡ βασιλικὴ δωρεά, τοῖς ἐπ᾿ ἐξουσίας αἴρεσιν παρέχουσα ἢ τὰς οἰκείας ἀπολαμβάνειν καὶ διαπρέπειν τοῖς προτέροις αὐτῶν ἀξιώμασιν, ἢ ἀγαπῶντας τὸν εὐσταλῆ βίον πάντων λειτουργημάτων ἀνεπηρεάστους διατελεῖν. καὶ τοὺς γυναικείοις δ᾿ ἔργοις ἐφ ὕβρει καὶ ἀτιμίᾳ δουλεύειν κριθέντας ὁμοίως τοῖς λοιποῖς ἠλευθέρουν.