Ancient Greek · ~2 min
Book 2, Chapter 21
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 2.21.1
Not analysed yet
Καὶ ταῦτα μὲν περὶ τῶν ταῦθ᾿ ὑπομεινάντων ἡ βασιλέως ἐνομοθέτει γραφή. περὶ δὲ τῆς ὑπάρξεως τῶν αὐτῶν ἐντελῶς διηγόρευεν ὁ νόμος. τῶν τε γὰρ ἁγίων τοῦ θεοῦ μαρτύρων τῶν ἐν ὁμολογίᾳ τὴν τελευτὴν ἀποθεμένων τοῦ βίου τὰς οὐσίας ἐκέλευε τοὺς τῷ γένει προσήκοντας ἀπολαμβάνειν ,εἰ δὲ μὴ τούτων τις εἴη, τὰς ἐκκλησίας ὑποδέχεσθαι τοὺς κλήρους. καὶ τὰ ἐκ ταμείου δὲ πρό- τερον ἑτέροις ἢ κατὰ πρᾶσιν ἢ κατὰ δωρεὰν ἐκποιηθέντα τά τ' ἐν αὐτῷ καταλειφθέντα εἰς τοὐπίσω προοήκειν τοῖς δεσπόταις ἀποδίδοσθυαι τὸ τῆς δωρεᾶς γράμμα διεκελεύετο. τοσαῦτα μὲν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ αἱ καταπεμφθεῖσαι όωρεαὶ παρεἶχον.