Ancient Greek · ~2 min
Book 2, Chapter 27
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 2.27.1
Not analysed yet
Ἐκ τῶν τοιούτων ἀναφύονται πόλεμοι βαρεῖς, ἐκ τῶν τοιούτων πορθήσεις πανίεροι, ἐντεῦθεν ἐντεῦθεν μὲν τῶν πρὸς τὰς χρείας ἀναγκαίων πλῆθος δὲ τῶν ἐπηρτημένων δεινῶν, ἑντεῦθεν οἱ τῆς τοσαύτης ἀρχηγοὶ δυσσεβείας ἢ ἀνατλάντες τὰ ἔσχατα θάπτον πανώλεθρον ἐδυστύχησαν, ἢ ςωὴν αἰσχίστην διάγοντες θανάτου ταύτην βαρυτέραν ἐπέγνωσαν, καὶ οἶον ἰσομέτρους ταῖς ἀδικίαις τὰς τιμωρίας ἐκομίσαντο. τοσοῦτον γὰρ ἕκαστος εὕραντο συμφορῶν, ὅσον τις καὶ καταπολεμῆσαι τὸν θεῖον ὡς ᾤετο] νόμον ὑπ' ἀλογίας προήχθη, ὥστ’ αὐτοῖς μὴ παρὰ τὴν ςωὴν εiναι βαρέα μόνον, ἀλλὰ καὶ τῶν ὑπὸ γῆς κολαοτηρίων χαλεπώτερον προσδοκᾶσθαι τὸν φόβον. “