Ancient Greek · ~3 min
Book 2, Chapter 28
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 2.28.1
Not analysed yet
Τοιαύτης δὴ καὶ οὕτως βαρείας δυσσεβείας τὰ ἀνθρώοὔτε πεια κατεχούσης, καὶ τῶν κοινῶν οἶον ὑπὸ νόσου λοιμώδους τινὸς ἄρδην διαφθαρῆναι κινόυνευόντων καὶ θεραπείας σωτηρίου πολλῆς χρῃζόντων, τίνα τὸ θεῖον ἐπινοεῖ κουφισμόν, τίνα τῶν δεινῶν ἀπαλλγήν; ἐκεῖνο δὲ πάντως νοητέον θεῖον, ὅ μόνον τε καὶ ὡς ὄντως ἔστι καὶ διαρκῆ κατὰ παντὸς ἔχει τοῦ χρόνου τὴν δύναμιν. πάντως δὲ οὐ κόμπος τὸ τὴν παρὰ τοῦ κρείττονος εὐποιίαν ὁμολογοῦντα σεμνολογεῖσθαι. τὴν ἐμὴν ὑπηρεσίαν πρὸς τὴν ἑαυτοῦ βούλησιν ἐπιτηδείαν ἐζήτησέν τε καὶ ἔκρινεν, ἀπὸ τῆς πρὸς Βρεττανοῖς ἐκείνοις θαλάσσης ἀρξάμενος καὶ τῶν μερῶν, ἔνθα δύεσθαι τὸν ἥλιον ἀνάγκῃ τινὶ τέτακται, κρείττονί τινι δυνάμει ἀπωθούμενος διασκεδαννὺς τὰ κατέχοντα πάντα δεινά, ἕν ἅμα μὲν ἀνακαλοῖτο τὸ ἀνθρώπινον γένος τὴν περὶ τὸν σεμνότατον νόμον θεραπείαν τῇ παρ' ἐμοῦ παιδευό- μενον ὑπουργίᾳ, ἅμα δ' ἡ μακαριστὴ πίστις αὔξοιτο ὑπὸ χειραrωrῷ τῷ κρείττονι. “