Ancient Greek · ~3 min
Book 2, Chapter 31
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 2.31.1
Not analysed yet
Οὐ μὴν ἀλλὰ καὶ ὅσους οὐ βουλομένους νῆσοι κατέχουσιν τῆς προμηθείας ταύτης ἀπολαῦσαι προοτόττομεν, ὅπως οἱ μέχρι νῦν ὀρῶν τε δυσχωρίαις καὶ περιρρύτῳ περικεκλεισμένοι θαλάσσῃ τῆς σκυθρωπῆς τε καὶ ἀπανθρώπου ἐρημίας ἐλευθερωθέντες τοῖς φιλτάτοις σφᾶς αὐτοὺς ἀποδοῖεν, τὸν εὐκταῖον πόθον πληρώοαντες· οἳ πενιχρὰν ἐπὶ πολὺν χρόνον ςωὴν μετά τινος ἀποτροπαίου ῥύπου διῆγον, οἶον ἅρπαγμα τι τὴν ἐπάνοδον ποιηοάμενοι, καὶ τῶν φροντίδων εἰς τὸ λοιπὸν ἀπηλλαγμένοι, μὴ μετὰ φόβου σὺν ἡμῖν βιῷεν. μετὰ φόβου γὰρ ὑφ᾿ ἡμῖν βιοῦν, οἳ θεοῦ θεράποντες εἶναι αὐχοῦμέν τε καὶ πιστεύομεν, καὶ εἰς ἀκοὴν ἐλθεῖν μόνον τῶν ἀτοπωτάτων ἂν εἴη, μήτι γε δὴ καὶ πιστεῦσαι· οἳ καὶ τὰς ἀλλοτρίας ἁμαρτίας διορθοῦν πεφύκαμεν. “