Ancient Greek · ~2 min
Book 2, Chapter 30
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 2.30.1
Not analysed yet
Ἅπαντες τοίνυν, εἴτε τινες μετοικίαν ἀντὶ τῆς ἐνεγκούσης κούσης ἠλλάξαντο, ὅτι μὴ τὴν πρὸς τὸ θεῖον παρεῖδον πίστιν, ᾗπερ ὅλαις ψυχαῖς σφᾶς αὐτοὺς καθιέρωσαν, γνώσεσιν δικαστῶν ἀπηνέσιν ὑποβληθέντες, καθ' οὓς ἔτυχον ἕκαστοι χρόνους ,εἴτέ τινες βουλευτικοῖς συγκατηριθμήθησαν καταλόγοις, τὸν τούτων πρότερον ἀριθμὸν οὐ πληροῦντες, χωρίοις τε πατρῴοις ἀποκαταοτάντες καὶ σχολῇ τῇ συνήθει τῷ πάντων ἐλευθερωτῇ θεῷ χαριστήρια φερόντων· εἴτέ τινες τῶν ὄντων ἐστέροντο καὶ πάσης τῆς ὑπαρχούσης ὁκοίας αποβολῇ καταπεπληγότες κατηφέοτατον εἰς δεῦρο διῆγον βίον, οἰκήσεσιν τε ταῖς ἀρχαίαις καὶ γένεσιν καὶ περιουσίαις ἀποδοθέντες τῆς παρὰ τοῦ κρείττονος εὐποιίας χαίροντες ἀπολαύοιεν. “