Ancient Greek · ~2 min
Book 2, Chapter 36
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 2.36.1
Not analysed yet
Εἰ δὲ τῶν ἀγχιστέων μηδεὶς ὑπολείποιτο μηδενὸς τῶν προειρημένων κατὰ λόγον ἂν γενόμενος κληρονόμος, μήτε τῶν μαρτύρων φημί, μήτε τῶν ὁμολογησάντων, μήτε τῶν μετοίκων τῶν ἐπὶ τῇ τοιαύτῃ μεταστάντων προφάσει, ἡ καθ’ ἑκάστους ἀεὶ τοὺς τόπους ἐκκλησία διαδέχεσθαι τετάχθω τὸν κλῆρον· οὐκ ἔσται δὲ τοῦτο πάντως οὐδὲ τοῖς ἀπελθοῦσι βαρύ, εἴπερ ἡς ἔνεκα πάντας ὑπέστησαν πόνους κληρονόμον εὐτυχοῖεν ταύτην. προσκεῖσθαί γε μὴν ἀναγκαῖον καὶ τόδε, ὡς εἰ τῶν προειρημένων τινὲς ἐδωρήσαντό τι τῶν ὄντων οἶς ἐβούλοντο, τούτοις τὴν δεσποτείαν εὔλογον κυρίαν μένειν. “