Ancient Greek · ~3 min
Book 2, Chapter 37
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 2.37.1
Not analysed yet
Ὅπως δὲ μηδὲ πλάνη τις ἐμφαίνοιτο τῷ προστάγμτι ἀλλ' ἕτοιμον εἴη τὸ δίκαιον ἅπασι γινώσκειν, ἀιδέτωσαν ἅπαντες, εἴτε χωρίον εἴτε οἰκίαν εἴτε κῆπον εἴτε ἕτερόν τι τῶν προειρημένων κατέχοιεν, καλὸν καὶ λυσιτελοῦν αὐτοῖς εἶναι καὶ ὁμολογεῖν καὶ ἀποκαθιστάναι σὺν ἁπάσῃ ταχυτῆτι. εἰ γὰρ καὶ τὰ μάλιστα φανεῖεν ἐξ αὐτῶν τινες ἀπὸ τῆς οὐ δικαίας δεσποτείας πολλὰ καρπωσάμενοι, καὶ γίνεοθαι τούτων τὴν ἀπαίτησιν ἡμεῖς οὐ δίκαιον κρίνομεν, ὅμως γε μὴν αὐτοὶ ὁπόσα τε καὶ ὁπόθεν συνέλεξαν ἐπιrνόντες, τῷ ἁμαρτήματι τούτῳ συγχώρησιν γενέσθαι παρ' ἡμῶν δεηθήτωσαν, ὅππως ἅμα μὲν τῇ τοιαύτῃ διορθώσει ἡ φθάσασα ἰαθείη πλεονεξία, ἅμα δὲ ὁ μέγιστος θεός, οἶον ἀντὶ μεταμελείας τινὸς τοῦτο προέμενος, εὐμενὴς ἐπὶ τοῖς ἁμαρτίαισι γένοιτο.