Ancient Greek · ~3 min
Book 2, Chapter 38
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 2.38.1
Not analysed yet
Ἐροῦσι μὲν γὰρ ἴσως ἀντ' ἀπολογίας προισχόμενοι οἱ τῶν τοιούτων οὐσιῶν καταστάντες δεσπόται, εἴ γε τοῦτο κρατεῖν ἐπ' αὐτῶν ἄξιον ἢ δυνατὸν τὸ πρόσρημα, ὡς οὐκ ἦν οἶόν τε ἀποθέσθαι τὸ τηνικαῦτα, ἡνίκα πολύτροπος ἁπάντων τῶν δεινῶν ἦν θέα, ὠμῶς ἀπελαυνόμενοι, ἀφειδῶς ἀπολλύμενοι, ἀμελῶς ἐρριμμένοι, δημεύσεις τῶν οὐδὲν αἰτίων συχναί, διώξεις ἀκόρεστοι, τῶν ὄντων διαπράσεις· et δὲ τοῖς τοιούτοις διισχυρίζοιντο λόγοις τινὲς καὶ ταῖς ἀπλήστοις ἐπιμένοιεν προαιρέσεσιν, οὐκ ἀτιμώρητον ἑαυτοῖς τὸ τοιοῦτον αἰσθήσονται, καὶ μάλιστα ὁπότε οὕτω τὰ παρ᾿ ἡμῶν τῷ μεγίστῳ διακονεῖται θεῷ. ὅσα γοῦν πρότερον ἡ ὀλέθριος ἀνάγκη συνηνάγκαζε λαμβάνειν, ταῦτα νῦν κατέχειν ἐπισφαλὲς ὑπάρχει· ἄλλως τε καὶ παντὶ τρόπῳ τὰς ἀπληστίας λογισμοῖς καὶ παραδείγμασιν ἐλαττοῦν ἀναγκαῖον. “