Ancient Greek
Book 2, Chapter 48
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 2.48.1
Not analysed yet
Βασιλέως ἐπιστολὴ κατὰ πάσας τὰς ἐπαρχίας. Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαοτὸς ἐπαρχιώταις ἀνατολικοῖς. Πάντα μὲν ὅσα τοῖς κυριωτάτοις τῆς φύσεως περιέχεται νόμοις τῆς κατὰ τὴν θείαν διάταξιν προνοίας τε καὶ θεωρίας ἱκανὴν αἴσθησιν τοῖς πᾶσι παρέχει, οὐδὲ ἐστί τις ἀμφιβολία οἱς κατ' εὐθεῖαν γνώσεως ὁδὸν ἡ διάνοια ἐπ' ἐκεῖνον ἄγεται τὸν σκοπόν, ὡς ἡ τοῦ ὑγιοῦς λογισμοῦ καὶ τῆς ὄψεως αὐτῆς ἡ ἀκριβὴς κατάληψις μιᾷ ῥοπῇ τῆς ἀληθοῦς ἀρετῆς ἐπὶ τὴν γνῶσιν ἀναφέρει τοῦ θεοῦ. διόπερ πᾶς συνετὸς ἀνὴρ οὐκ ἄν ποτε ταραχθείη τοὺς πολλοὺς ὁρῶν ἐναντίαις προαιρέσεσι φερομένους. 2ἀνόνητος γὰρ ἂν ἡ τῆς ἀρετῆς ἐλάνθανε χάρις, εἰμὴ καταντικρὺ τὸν τῆς διεστραμμένης ἀπονοίας βίον ἡ κακία προυβέβλητο. διὸ τῇ μὲν ἀρετῇ στέφανος πρόκειται, τῆς δὲ κρίσεως αὐθεντεῖ ὁ ὕψιστος θεός. ἐγὼ δ᾿ ὡς ἔνι μάλιστα φανερῶς περὶ τῶν κατ᾿ ἐμαυτὸν ἐλπίδων πᾶσιν ὑμῖν ὁμολογήσαι πειράσομαι. ”