Ancient Greek · ~2 min
Book 2, Chapter 49
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 2.49.1
Not analysed yet
„Ἔσχον ἴγωγε τοὺς πρὸς τούτου γενομένους αὐτοκράτορας διὰ τὸ τῶν τρόπων ἄγριον ἀποσκλήρους, μόνος δ᾿ ὁ πατὴρ ὁ ἐμὸς ἡμερότητος ἔργα μετεχειρίζετο, μετὰ θαυμαστῆς εὐλαβίας ἐν πάσαις ταῖς ἑαυτοῦ πράζεσι τὸν σωτῆρα θεὸν ἐπικαλούμενος. ὅσοι δὲ λοιποί ποί οὐχ ὑγιαίνοντες τὰς φρένας ἀγριότητος μᾶλλον ἢ πραότητος ἐπεμέλοντο, καὶ ταύτην ἔτρεφον ἀφθόνως, ἐπὶ τῶν ἰδίων καιρῶν τὸν ἀληθῆ λόγον διαστρέφοντες, τῆς δὲ πονηρίας αὐτοῖς ἡ δεινότης εἰς τοσοῦτον ἐξήπτετο, ὡς πάντων ὁμοῦ τῶν θείων τε καὶ ἀνθρωπίνων πραγμάτων εἰρηνευομένων ἐμφυλίους ὑπ᾿ ἐκίνων πολέμους ἀναρριπίζεσθαι.”