Ancient Greek · ~4 min
Book 2, Chapter 6
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 2.6.1
Not analysed yet
Τούτων δὲ πραττομένων φάσμα τι λόγου κρεῖττον ἀμφὶ τὰς ὑπηκόους τῷ τυράννῳ πόλεις ὦφθαί φασιν· ὀπλιτῶν γὰρ τῶν ὑπὸ Κωνσταντῖνον ἐδόκουν ὁρᾶν διάφορα τάγματα ἐν αὐταῖς μέσαις ἡμέραις διερχόμενα τὰς πόλεις ὡσανεὶ κεκρατηκότα τῆς μάχης· καὶ ταῦτ’ ἐβλέπετο μηδενός πω τῇ ἀληθείᾳ μηδαμῆ φαινομένου, θειοτέρᾳ δὲ καὶ δρείττονι δυνάμει τῆς φανείσης ὄψεως τὸ μέλλον ἔσεσθαι προφαινούσης. ἐπεὶ δὲ τὰ στρατιωτικὰ συμβολῆς ἥπτετο, προκατῆρχε τοῦ πολέμου ὁ τὰς φιλικὰς διαρρήξας συνθήκας. ἐνταῦθα δὴ Κων- σταντῖνος θεὸν σωτῆρα τὸν ἐπὶ πάντων ἐπικαλεσάμενος, σύνθημά τε τοῦτο δοὺς τοῖς ἀμφ αὐτὸν ὁπλίταις, πρώτης ἐκράτει παρατάξεως, εἶτ' οὐκ εἰς μακρὸν δευτέρας συμβολῆς κρείττων ἦν καὶ κρειττόνων ἤδη νικητηρίων ἐτύγχανεν, τοῦ σωτηρίου τροπαίου προπομπεύοντος τῆς ἀμφ’ αὐτὸν φάλαγγος. VII Ἔνθα δὴ οὖν ἀνεφάνη τοῦτο, φυγὴ μὲν τῶν ἐναντίων ἐγίνετο δίωξις δὲ τῶν κρατούντων. ὃ δὴ συνιδὼν βασιλεύς, τοῦ οἰκείου στρατοῦ εἴπου τι τάγμα κεκμη- κὸς ἑώρα, οἷόν τι νικητικὸν ἀλεξιφάρμακον ἐνταυθοῖ τὸ σωτήριον τρόπαιον παρεῖναι διεκελεύετο, ᾠ παραυτίκα συνανέβαινεν ἡ νίκη, ἀλκῆς καὶ ῥώμης σὺν θείᾳ τινὶ μοίρᾳ δυναμούσης τοὺς ἀγωνιζομένους