Ancient Greek
Book 2, Chapter 8
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 2.8.1
Not analysed yet
Διὸ δὴ τῶν ἀμφ’ αὐτὸν ὑπασπιστῶν τοὺς καὶ σώματος ἰσχύι καὶ ἀρετῇ ἀρετῇ καὶ θεοσεβείας τρόποις ἐγκρίτους μόνῃ τῇ τοῦ σημείου διακονίᾳ προσκαρτερεῖν ἐκέλευσεν· ἦσαν δ' ἄνδρες τὸν ἀριθμὸν οὐχ ἥττους πεντήκοντα, οἶς οὐδὲν ἕτερον ἦν μέλον ἢ κυκλοῦν καὶ περιέπειν δορυφορίᾳ τὸ σημεῖον, ἀμοιβαίως ἑκάστου φέροντος αὐτὸ ἐπὶ τῶν ὤμων. ταῦτα βασιλεὺς αὐτὸς τοῖς τὴν γραφὴν ποιουμένοις ἡμῖν ἐπὶ καιροῦ σχολῆς μακρῷ τῶν πραγμάτων ὕστερον ὑφηγεῖτο, προσθεὶς θαῦμα μνημονευθῆναι ἄξιον τῷ διηγήματι.