Ancient Greek · ~2 min
Book 3, Chapter 54
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 3.54.2
Not analysed yet
ἔνθεν εἰκότως ἐγυμνοῦτο μὲν αὐτοῖς τῶν κατὰ πόλεις νεῶν τὰ προπύλαια θυρῶν ἔρημα γιγνόμενα βασιλέως προστάγματι, ἑτέρων δ’ ἡ ἐπὶ τοῖς ὀρόφοις στέγη τῶν καλυπτήρων ἀφαιρουμένων ἐφθείρετο, ἄλλων τὰ σεμνὰ χαλκουργήματα, ἐφ’ οἷς ἡ τῶν παλαιῶν ἀπάτη μακροῖς ἐσεμνύνετο χρόνοις, ἔκδηλα τοῖς πᾶσιν ἐν ἀγοραῖς πάσαις τῆς βασιλέως πόλεως προὐτίθετο, ὡς εἰς ἀσχήμονα θέαν προκεῖσθαι τοῖς ὁρῶσιν ὧδε μὲν τὸν Πύθιον, ἑτέρωθι δὲ τὸν Σμίνθιον, ἐν αὐτῷ δ’ ἱπποδρομίῳ τοὺς ἐν Δελφοῖς τρίποδας, τὰς δ’ Ἑλικωνίδας Μούσας ἐν παλατίῳ.