Ancient Greek · ~4 min
3.54.3 to 3.54.5
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 3.54.3-5
Not analysed yet
ἐπληροῦτο δὲ δι’ ὅλου πᾶσα ἡ βασιλέως ἐπώνυμος πόλις τῶν κατὰ πᾶν ἔθνος ἐντέχνοις χαλκοῦ φιλοκαλίαις ἀφιερωμένων, 0ἷς θεῶν ὀνόματι πλείστας ὅσας ἑκατόμβας ὁλοκαύτους τε θυςίας εἰς μάταιον ἀποδόντες μακροῖς αἰῶσιν οἱ τὴν πλάνην νενοσηκότες ὀψέ ποτε φρονεῖν ἔγνωσαν, τούτοις αὐτοῖς ἀθύρμασιν ἐπὶ γέλωτι καὶ παιδιᾷ τῶν ὁρώντων βασιλέως κεχρημένου. τὰ δέ γε χρύσεα τῶν ἀγαλμάτων ἄλλῃ πη μετήρχετο. ἐπειδὴ γὰρ συνεῖδεν μάτην δειμαίνοντα νηπίων δίκην ἀφρόνων τὰ πλήθη τῆς πλάνης τὰ μορμολύκεια ὕλῃ χρυσοῦ καὶ ἀργύρου πεπλασμένα, καὶ ταῦτα ἐκποδὼν ᾤετο δεῖν ἄρασθαι ὥσπερ τινὰ λίθων ἐγκόμματα τοῖς ἐν σκότῳ βαδίζουσι πρὸ τῶν ποδῶν ἐρριμμένα, λείαν τε καὶ ὁμαλὴν τοῦ λοιποῦ τὴν βασιλικὴν τοῖς πᾶσιν ἀναπετάσας πορείαν. ταῦτα δ’ οὖν διανοηθεὶς οὐχ ὁπλιτῶν αὐτῷ καὶ πλήθους στρατοπεδείας ἡγήσατο δεῖν πρὸς τὸν τούτων ἔλεγχον, εἷς δὲ μόνος αὐτῷ καὶ δεύτερος τῶν αὐτοῦ γνωρίμων πρὸς τὴν ὑπηρεσίαν ἀπήρκουν, οὓς ἑνὶ νεύματι κατὰ πᾶν ἔθνος διεπέμπετο.