Ancient Greek · ~2 min
Book 3, Chapter 56
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 3.56.1
Not analysed yet
Ἐπειδὴ γὰρ πολὺς ἦν ὁ τῶν δοκησιςόφων περὶ τὸν Κιλίκων δαίμονα πλάνος, μυρίων ἐπτοημένων ἐπ’ αὐτῷ ὡς ἂν ἐπὶ σωτῆρι καὶ ἰατρῷ ποτὲ μὲν ἐπιφαινομένῳ τοῖς ἐγκαθεύδουσι ποτὲ δὲ τῶν τὰ σώματα καμνόντων ἰωμένῳ τὰς νόσους· ψυχῶν δ’ ἦν ὀλετὴρ ἄντικρυς οὗτος, τοῦ μὲν ἀληθοῦς ἀφέλκων σωτῆρος ἐπὶ δὲ τὴν ἄθεον πλάνην κατασπῶν τοὺς πρὸς ἀπάτην εὐχερεῖς· εἰκότα δὴ πράττων, θεὸν ζηλωτὴν ἀληθῶς σωτῆρα προβεβλημένος καὶ τοῦτον ωβεἰς ἔδαφος φέρεσθαι τὸν νεὼν ἐκέλευσεν.