Ancient Greek · ~2 min
3.56.2 to 3.56.3
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 3.56.2-3
Not analysed yet
ἑνὶ δὲ νεύμσατι κατὰ γῆς ἡπλοῦτο δεξιᾷ καταρριπτόμενον στρατιωτικῇ τὸ τῶν γενναίων φιλοσόφων βοώμενον θαῦμα καὶ ὁ τῇδε ἐνδομυχῶν οὐ δαίμων οὐδέ γε θεός, πλάνος δέ τις ψυχῶν μακροῖς καὶ μυρίοις ἐξαπατήσας χρόνοις. εἶθ' ὁ κακῶν ἑτέρους ἀπαλλάξειν καὶ συμφορᾶς προισχόμενος οὐδὲν αὐτὸς ἑαυτῷ πρὸς ἄμυναν εὔρατο φάρμακον μᾶλλον ἤ ὄτε κεραυνῷ βληθῆναι μυθεύεται. ἀλλ' οὐκ ἐν μύθοις ἦν τὰ τοῦ ἡμεδαποῦ βασιλέωβς θεῷ κεχαρισμένα κατορθώματα, δι' ἐναργοῦς δέ γε ἀρετῆς τοῦ αὐτοῦ σωτῆρος αὐτόρριζος καὶ ὁ τῇδε νεὼς ἀνετρέπετο, ὡς μηδὲ ἴχνος αὐτόθι τῆς ἔμπροσθεν περιλελεῖξθαι μανόιας.