Ancient Greek · ~2 min
Book 3, Chapter 60
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 3.60.1
Not analysed yet
Βασιλέως ἐπιστολὴ πρὸς Ἀντιοχέας ἐπὶ τῇ ἑνώσει τοῦ λαοῦ καὶ τοῦ μὴ δεῖν ἀλλοτρίου ἐφίεσθαι ἐπισκόπου. „Νικητὴς κωνσταντῖνος Μέγιστος Σεβαστὸς τῷ λαῷ Ἀντιοχέων. Ὠς κεχαρισμένη γε τῇ τοῦ κόσμου συνέσει τε καὶ σοφίᾳ ἡ παρ' ὑμῶν ὁμόνοια, καὶ ἔγωγε ὑμᾶς, ἀδελφοί, ἀθάνατον φιλίαν φιλεῖν ἔγνωκα, προκληθεὶς τῷ τε νόμῳ καὶ τῷ βίῳ καὶ ταῖς σπουδεῖς ταῖς ὑμετέραις. τοῦτο οὖν ἐστιν ὡς ἀληθῶς ὀρθῶς τὰ καλὰ καρποῦσθαι τὸ ὀρθῇ τε καὶ ὑγιεῖ κεχρῆσθαι διανοίᾳ.