Ancient Greek · ~2 min
Book 3, Chapter 60
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 3.60.2
Not analysed yet
τί γὰρ ἅν οὔτως ὑμῖν ἁρμόσειεν ; οήκοῦν θαυμάσαιμι ἄν, εἰ τὴν ἀλήθειαν σωτηρίας μᾶλλον ὑμῖν ἥ μίσους αἰτίαν φήσαιμι. ἐν οὖν τοῖς ἀδελφοῖς, οὔς μίς τε καὶ ἡ αὐτὴ διάθεσις ὀρθῆς καὶ δικαίας ὁδοῦ πορείαν τῷ θεῷ κατεπαγγέλλεται εἰς ἁγνήν τε καὶ ὁσίαν ἑστίαν ἐγγράφειν, τί ἄν τιμιώτερον γένοιτο τοῦ μετ' εὐτυχίας τοῖς πάντων καλοῖς ὁμογνμονεῖν; μόλιστα ὄπου τὴν πρόθεσιν ὑμῶν ἡ ἐκ τοῦ νόμου παίδευσις εἰς καλλίω διόρθωσιν φέρει, καὶ τὴν ἡμετέραν κρίσιν βεβαιοῦσθαι τοῖς ἀγαθοῖς ἐπιθυμοῦμεν δόγμασι.