Ancient Greek · ~2 min
Book 3, Chapter 60
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 3.60.8
Not analysed yet
εἰ δὴ ταῦθ' οὔτως ἐχει καὶ οὐ σφαλλόμεθα, τοῦτο πρῶτον θεάσασθε, ἀδελφοί (πολλὰ γὰρ ὑμῖν καὶ μεγάλα ἐκ πρώτης ἀπαντήσεται), πρῶτον αὑτῆς ἐλαττγωθὲν αἰσθήσεται· εἶθ' ὄτι καὶ δι' ὀρθὴν συμβουλὴν ἀφικόμενος τὸ κατ' ἀξίαν ἐκ τῆς θείας κρίσεως καρποῦται, οὐ τὴν τυχοῦσαν χάριν εἰληφώς, τῷ περὶ αὐτοῦ τοσαύτην ὑμᾶς ἐπιεικείας ψῆφον ἐνέγκασθαι. ἐπὶ τούτοις, ὄ τὴς ὑμετέρας συνηθείας ἐστίν, ἀγαθῇ γνώμῃ σπουδὴν τὴν πρέπουσαν εἰσενέγκασθε εἰς ἐπιζήτησιν ἀνδρὸς οὖ χρῄζετε, ἀποκλείσαντες πᾶσαν στασιώδη καὶ ἄτακτον βοήν· ἀεὶ γὰρ ἄδικος ἡ τοιαύτη, κἀκ τῆς τῶν διαφορῶν συγκρούσεως σπινθῆρές τε καὶ φλόγες ἐξανίστανται.