Ancient Greek · ~3 min
Book 3, Chapter 60
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 3.60.9
Not analysed yet
οὔτως οὖν τῷ θεῷ τ' ἀρέσαιμι καὶ ὑμῖν κατ' εὐχάς τε τὰς ὑμετέρας διαζήσαιμι, ὡς ὑμᾶς ἀγαπῶ καὶ τὸν ὄρμον τῆς ὑμετέρας πραότητος· ἐξ οὖ τὸν ῥύπον ἐκεῖνον ἀπωσάμενοι ἀντεισηνέγκατε ἤθει ἀγαθῷ τὴν ὁμόνοιαν, βέβαιον τὸ σημεῖον ἐνθέμενοι, δρόμον τε οὐράνιον εἰς φῶς δραμόντες, πηδαλίοις θ' ὡ ἄν εἴποι τις σιδηροῖς. διόπερ καὶ τὸν ἄφθαρτον φόρτον ᾔρησθε· πᾶν γὰρ τὸ τὴν ναῦν λυμαινόμενον ὤσπερ ἐξ ἀντλίας ἀνάλωται. διὸ δεῖ νῦν προνοήσασθαι τὴν ἀπόλαυσιν τούτων ἁπάντων οὔτως ἔχειν, ὡς ἄν μὴ δεύτερον ἀβούλῳ καὶ ἀλυσιτελεῖ σπουδῇ καθόλου τι πήξασθαι ἤ τὴν ἀρχὴν ἐπιχειρῆσαι μὴ συμφέρον δοκοίημεν. ὁ θεὸς ὑμᾶς διαφυλάξει, ἀδελφοὶ ἀγαπητοί. “