Ancient Greek · ~2 min
Book 3, Chapter 61
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 3.61.1
Not analysed yet
Βασιλέως ἐπιστολὴ πρὸς ἡμᾶς ἐπὶ τῇ παραιτήσει τῆς Αντιοχέων ἐπισκοπῆς. ,,Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Εὐσεβίῳ. Ἀνέγνων ἤδιστα τὴν ἐπιστολὴν ἥν ἡ σὴ σύνεσις ἐποιήσατο, καὶ τὸν κανόνα τῆς ἐκκλησιαστικῆς ἐπιστήμης εἰς ἀκρίβειαν φυλαχθένατ κατενόησα· ἐμμένοις γοῦν τούτοις ἄπερ ἀρεστά τε τῷ θεῷ καὶ τῇ ἀποστολικῇ παραδόσει σύμφωνα φαίνεται. μακάριον δὴ σαυτὸν καὶ ἐν αὐτῷ τούτῳ νόμιζε, ὡς τῇ τοῦ κόσμου παντὸς ὡς ἔπος εἰπεῖν μαρτυρίᾳ ἄξιος ἐκρίθης πάσης ἐκκλησίας ἐπίσκοπος εἶναι· εἰ γὰρ ποθοῦσιν ἄπαντες εἶναί σε παρ' αὐθτοῖς, ταύτην σοι τὴν εὐδαιμονίαν ἀναμφισβητήτως συναύξουσιν.