Ancient Greek · ~3 min
Book 3, Chapter 66
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 3.66.3
Not analysed yet
ταῦτα μὲν οὖν ἐπὶ τῶν δυσφήμων ἑτεροδόξων ἐπράττετο. τοὺς δέ γε μηδὲν δυσσεβὲς ἐν δογμάτων διδασκαλίᾳ φέροντας, ἄλλως δὲ τῆς κοινῆς ὁμηγύρεως ἀνδρῶν δχισματικῶν αἰτίᾳ διεστῶτας, ἀμελλήτως εἰσεδέχοντο. οἱ δ᾿ ἀγεληὸν ὥσπερ ἐξ ἀποικίας ἐπανιόντες τὴν αὐτῶν ἀπελάμβανον πατρίδα, καὶ τὴν μητέρα, τὴν ἐκκλησίαν, ἐπεγίνωσκον, ἧς ἀποπλανηθέντες χρόνιοι σὺν εὐφροσύνῃ καὶ χαρᾷ τὴν εἰς αὐτὴν ἐπάνοδον ἐποιοῦντο, ἡνοὐτό τε τὰ τοῦ κοινοῦ σώματος μέλη καὶ ἁρμονίᾳ, συνήπτετο μιᾷ, μόνη τε ἡ καθολικὴ τοῦ θεοῦ ἐκκλησία εἰς ἑαυτὴν συνεστραμμένη διέλαμπεν, μησαμοῦ γῆς αἱρετικοῦ συστήματος μησὲ σχισματικοῦ λειπομένου. καὶ τούτους δὲ μόνου τοῦ μεγάλου κατορθώματος μόνος τῶν πώποτε τὴν αἰτίαν τοὺ θεὸν ὁ τῷ θεῷ μεμελημένος βασιλεὺς ἐπεγράφετο.