Ancient Greek · ~2 min
Book 4, Chapter 2
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 4.2.1
Not analysed yet
Ὅπως δὲ καὶ τὸ κοινὸν τῶν ἀνθρώπων εὐθυμεῖσθαι παρεσκεύαζε, Σκοπήσειεν ἄν τις ἐξ ἑνὸς βιωφελοῦς καὶ διὰ πάντων ἐλθόντος Εἰσέτι νῦν γνωριζομένου παραδείγματος. Τῶν κατ᾿ ἔτος εἰσφορῶν τῶν ἀγρῶν δεσπόταις ἐδωρεῖτο ταύτην, ὡς τῷ λογιζομένῳ Τὴν κατ᾿ ἔτος ἀφαίρεσιν διὰ τεττάρων συμβαίνειν ἐιαυτῶν ἀνεισφόρους γίγυνεσθαι τοὺς τῶν ἀγρῶν οἰκήτορας. ὃ δὴ νόμῳ κυρωθὲν κρατῆσάν τε καὶ εἰς τὸν μετέπειτα χρόνον οὐ τοῖς παροῦσι μόνοις, καὶ παιςὶν δ’ αὐτῶν διαδόχοις τε τοῖς τούτων ἄληστον καὶ Διαιωνίζουσαν παρεῖχε τὴν βασιλέως ἀρχήν.