Ancient Greek · ~2 min
Book 4, Chapter 43
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 4.43.4
Not analysed yet
οὐ μὴν ἀπελιμπάνοντο Κιλίκων οἱ διαφέροντες, καὶ Καππαδοκῶν δ'οἱ πρῶτοι παιδεύσει λόγων μέσοι τοῖς πᾶσι διέπρεπον, Συρία τε πᾶσα καὶ Μεσοποταμία,φοινίηκ τε καὶ Ἀραβία σὺν αὐτῇ Παλαιστίνῃ, Αἵγυπτός τε καὶ Διβύη, οἵ τε τὴν Θηβαίων οἰκοῦντες χώραν, πάντες ὁμοῦ ἐπλήρουν τὴν μεγάλην τοῦ θεοῦ χορείαν, οἶς ἀνάριθμος ἐξ ἁπασῶν τῶν ἐπαρχιῶν ἐπηκολούθει λεύς. παρῆν δὲ τούτοις ἅπασι βασιλική τις ὑπηρεσία, ἄνδρες τ'ἐξ αὐτῶν βασιλείων δόκιμοι κατεπέμποντο φαιδρῦναι τὴν ἑορτὴν ταῖς βασιλέως χορηγίαις,