Ancient Greek · ~2 min
Book 4, Chapter 44
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 4.44.1
Not analysed yet
ναὶ μὴν καὶ ὁ τούτοις ἅπασιν ἐφεστὼς βασιλεῖ δεξιὸς ἀνήρ, πίστει καὶ εὐλαβείᾳ λόγων τε θείων ἐμπρέπων ἀσκήσει, ὃς δὴ καὶ ταῖς ὑπὲρ εὐσεβείας ὁμολογίαις κατὰ τὸν τῶν τυράννων καιρὸν λαμπρυνόμενος εἰκότως τὴν τῶνδε διάταξιν ἐπιστεύετο. καὶ δὴ τῷ βασιλέως οὗτος νεύματι σὺν εἰλικρινείᾳ πάσῃ διακονούμενος, τὴν μὲν σύνοδον ἐτίμα φιλοφρόνῳ δεξιώσει ἑστιάσεσί τε λαμπραῖς κα συμποτικαῖς εὐωχίαις, πτωχοῖς δ'ἀνείμοσι πενήτων τ'ἀνδρῶν καὶ γυναικῶν μυρίοις πλήθεσι, τροφῆς καὶ τῶν λοιπῶν χρειῶν ἐν ἐνδείᾳ καθεστῶσι, πολυτελεῖς διαδόσεις χρημάτων καὶ περιβλημάτων ἀποιεῖτο, ἤδη δὲ καὶ τὸν πάντα νεὼν πλουσίοις καὶ βασιλικοῖς ἀναθήμασι κατεποίκιλεν. ἀλλ'ὁ μὲν ταὐτην ἐπλήρου τὴν ὑπηρεσίαν,