Ancient Greek · ~4 min
Book 4, Chapter 52
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 4.52.2
Not analysed yet
ἤδη δ'αὐτοῖς καὶ τοῦ δι'αὐτῶν πράττειν τὰ λυσιτελῆ τοῖς κοινοῖς ἐξουσίαν ἐδίδου, καὶ τὴν ἐκκλησίαν δὲ τοῦ θεοῦ διὰ φροντίδος ἐν πρώτοις ἄγειν παρᾐνει, αὐτοῖς τε διαρρήδην Χριστιανοῖς εἶναι παρεελεύετο. καὶ ὁ μὲν οὕτω τοὺς υἱοὺς προῆγεν, οἱ δὲ οὐχ ὡς ἐκ παραγγέλματος αὐτογνώμονι δὲ προθυμίᾳ τὰς τοῦ πατρὸς παραινέσεις ὑπερέβαλλον, τῇ πρὸς τὸν. θεὸν ὁσίᾳ τὴν σφῶν διάνοιαν συντείνοντες, τούς τε τῆς ἐκκλησίας θεσμοὺς ἐν αὐτοῖς βασιλείοις σὺν τοῖς οἱκείοις ἄπασιν ἀπεπλήρουν. καὶ τοῦτο δ'ἔργον τῆς τοῦ πατρὸς ὑπὴρχε προμηθείας τὸ τοὺς συνοίκους ἅπαντας θεοσεβεῖς παραδοῦναι τοῖς παισίν, καὶ τῶν πρώτων δὲ ταγμάτων ἡγεμόνες καὶ οἳ τὴν τῶν κοινῶν ἐτύγχανον ἀναδεδεγμένοι φροντίδα τοιοῦτοί τινες ὑπὴρχον. τοῖς γοῦν κατὰ θεὸν πιστοῖς ἀνδράσιν αὐτοὺς ὥσπερ τιδὶν ὁχυροῖς περιβόλοις ἠσφαλίξετο. ἐπεὶ δὲ καὶ ταῦτα εὐπρεπῶς διέκειτο τῷ τρισμακαρίῳ, θεὸς ὁ παντὸς τὸς ἀγαθοῦ πρύτανις, ὡσανεὶ τῶν καθόλου πραγμάτων εὖ διατεθέντων αὐτῷ, καιρὸν εὔκαιρον εἶναι λοιπὸν τῆς τῶν κρειττόνων μεταλήψεως ἐδοκίμαζε καὶ τὸ τῇ φύσει χρεὼν ἐπῆγε.