Ancient Greek · ~2 min
Book 4, Chapter 53
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 4.53.1
Not analysed yet
Δύο μὲν οὖν πρὸς τοῖς τριάκοντα τῆς βασιλείας ἐναιαυτοῖς μησί τε καὶ ἡμέραις βραχείαις δέουσιν ἐπλήρου, τῆς δὲ ζωῆς ἀφὶ τὸν διπλασίονα χρόνον, ἐν ᾦ τῆς ἡλικίας ἀπαθὲς μὲν καὶἄλυτον αὐτῷ διήρκει τὸ σῶμα, κηλῖδος καθαρὸν ἁπάσης παντός τε νέου νεανικώτερον, τὸ σῶμα, κηλῖδος καθαρὸν ἁπάσης παντός τε νέου νεανικώτερον, ὡραῖον μὲν ἰδεῖν ῥωμαλέον δ'ὅ τι δέοι δυνάμει καταπράξασθαι, ὡς καὶ γυμνάζεσθαι καὶ ἱππάξεσθαι καὶ ὁδοιπορεῖν, πολέμοις τε παραβάλλειν τρόπαιά τε κατ'ἐχθρῶν ἐγείρειν καὶ τὰς συνήθεις ἀναιμακτὶ κατὰ τῶν δἰ ἐναντίας αἴρεσθαι νίκας.