Ancient Greek · ~2 min
4.54.1 to 4.54.2
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 4.54.1-2
Not analysed yet
Kαὶ τὰ τῆς ψυχῆς δ' ὡσαύτως εἰς ἅκρον τῆς ἐν ἀνθρώποις τελειώσεως αὐτῷ προᾐει, πᾶσι μὲν ἐμπρέποντι τοῖς καλοῖς ὑπερβαλλόντως δὲ τῇ φιλανθρωπίᾳ,ὃ δὴ καὶ μεμπτὸν ἐνομίξετο τοῖς πολλοῖς τῆς τῶν μοχθηρῶν ἀνδρῶν φαυλότητος ἓνεκα, οἳ τῆς σφῶν κακίας αἰτίαν τὴν βασιλέως ἐπεγράφοντο ἀνεξικακίαν. καὶ γὰρ οὖν ἀληθῶς δύο χαλεπὰ ταῦτα κατὰ τοὺς δηλουμένους τούτους χρόνους καὶ αὐτοὶ κατενοήσαμεν, ἐπιτριβῆς ἄνεσιν ἀπλήστων και μοχθηρῶν ἀνδρῶν τῶν πάντα λυμαινομένων βίον, εἰρωνείαν τ' ἄλεκτον τῶν τὴν ἐκκλησίαν ὑποδυομένων καὶ τὸ Χριστιανῶν ἐπιπλάστως σχηματιζομένων ὅνομα.