Ancient Greek · ~3 min
Book 4, Chapter 67
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 4.67.2
Not analysed yet
συνετελεῖτο δὲ ταῦτα οὕτω χρόνῳ μακρῷ, τῶν στρατιωτικῶν οὕτω μένειν τὸ σκῆνος καὶ φυλάττε- σθαι βουλευσαμένων, ἔστ’ ἄν οἱ αὐτοῦ παῖδες ἀφικόμενοι τῇ δι’ ἑαυτῶν κομιδῇ τὸν πατέρα τιμήσειαν. 3ἐβασίλευε δὲ μετὰ θάνατον μόνος θνητῶν ὁ μακάριος, ἐπράττετό τε τὰ συνήθη ὡσανεὶ καὶ ζῶντος αὐτοῦ, τοῦτο μονωτάτῳ αὐτῷ ἀπ’ αἰῶνος τοῦ θεοῦ δεδωρη- μένου. μόνος γοῦν ὡς οὐδ’ ἄλλος αὐτοκρατόρων τὸν παμβασιλέα θεὸν καὶ τὸν Χριστὸν αὐτοῦ παντοίαις τιμήσας πράξεσιν εἰκότως τούτων ἔλαχε μόνος, καὶ τὸ θνητὸν αὐτοῦ βασιλεώειν ἐν ἀνθρώποις ὁ ἐπὶ πάντων ἠξίου θεός, ὧδ’ ἐπιδεινὺς τὴν ἀγήρω καὶ ἀτελεύτητον τῆς ψυχῆς βασιλείαν τοῖς μὴ τὸν νοῦν λελιθωμένοις. ἀλλὰ ταῦτα μὲν ὧδέ πη συνετελεῖτο,