Ancient Greek · ~3 min
Book 4, Chapter 68
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 4.68
Not analysed yet
τῶν δὲ στρατιωτικῶν ταγμάτων ἐκκρίτους ἄνδρας, πίστει καὶ εὐνοίᾳ πάλαι βασιλεῖ γνωρίμους, οἱ ταξάαρχοι διεπέμποντο τὰ πεπραγμένα τοῖς καίσαρσιν ἔκδηλα καθι- στῶντες. καὶ οἵδε μὲν τάδ᾿ ἔπραττον, ὥσπερ δὲ ἐξ ἐπιπνοίας κρείττονος τὰ πανταχοῦ πάντα στρατόπεδα τὸν βασιλέως πυθόμενα θάνατον μιᾶς ἐκράτει γνώμης, ὡσανεὶ ζῶντος αὐτοῖς τοῦ μεγάλου βασιλέως μηδένα γνωρίζειν ἕτερον ἢ μόνους τοὺς αὐτοῦ παῖδας Ῥωμαίων αὐτοκράτορας. οὐκ εἰς μακρὸν δ᾿ ἠξίουν μὴ καίσαρας ἐντεῦθεν δ᾿ ἤδη τοὺς ἅπαντας χρηματίζειν αὐγοιτ᾿ ἂν σύμβολον. οἱ μὲν οὖν ταῦτ᾿ ἔπραττον, τὰς οἰκείας ψήφους τε καὶ φωνὰς διὰ γραφῆς ἀλλήλοις διαγγέλλοντες, ὑπὸ μίαν τε καιροῦ ῥοπὴν τοῖς ἁπανταχοῦ πᾶσιν ἐγνωρίζετο ἡ τῶν στρατοπέδων συμφωνία.