Ancient Greek · ~3 min
ΕΙΣ TON BION TOY MAKAPIOY ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΒΑΣΙΔΕΩΣ, Chapter 44
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 44.1
Not analysed yet
Κοινῶς μὲν οὖν πρὸς ἅπαντας ἦν τοιοῦτος. ἐξίρετον δὲ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τὴν παρ' αὐτοῦ νέμων φροντίδα, διαφερομένων τινῶν πρὸς ἀλλήλους κατὰ διαφόρους χώρας, οἷά τις κοινὸς ἐπίσκοπος ἐκ θεοῦ καθεσταμένος συνόδους τῶν τοῦ θεοῦ λειτουργῶν συνεκρότει. ἐν μέσῃ δὲ τῇ τούτων διατριβῇ οὐκ ἀπαξιῶν παρεῖναί τε καὶ συνιζάνειν κοινωνὸς τῶν ἐπισκοπουμένων ἐγίνετο, τὰ τῆς εἰρήνης τοῦ θεοῦ βραβεύων τοῖς πᾶσι, καθῆστό τε μέσος ὡσεὶ καὶ τῶν πολλῶν εἶς, δορυφόρους μὲν καὶ ὸπλίτας καὶ πὰν τὸ σωματοφυλάκων γένος ἀποσεισάμενος, τῷ δὲ τοῦ θεοῦ φόβῳ κατημφιεσμένος τῶν τε πιστῶν ἑταίρων τοῖς εὐνουστάτοις περιεστοιχισμένος. εἶθ' ὅσους μὲν ἐώρα τῇ κρείττονι γνώμῃ πειθηνίους πρὸς εὐσταθῆ τε καὶ ὁμογνώμονα παρεσκευασμένους τρόπον εὖ μάλα τούτους ἀπεδέχετο, χαίροντα δεικνὺς ἐαυτὸν τῇ κοινῇ πάντων ὁμονοίᾳ, τοὺς δ' ἀπειθῶς ἔχοντας ἀπεστρέφετο.