Ancient Greek · ~4 min
ΕΙΣ TON BION TOY MAKAPIOY ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΒΑΣΙΔΕΩΣ, Chapter 45
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 45.1
Not analysed yet
Ἤδη δέ τινας καὶ κατ’ αὐτοῦ τραχυνομένους ἔφερεν ἀνεξικάκως, ἠρέμα καὶ πρείᾳ φωνῇ σωφρονεῖν ἀλλὰ μὴ στασιάζειν καὶ τούτοις ἐγκελευσάμενος. τούτων δ' οἱ μὲν ἀπηλλάττοντο καταιδούμενοι τὰς παραινέσεις, τοὺς δ' ἀνιάτως πρὸς σώφρονα λογισμὸν ἔχοντας τῷ παραδιδοὺς παραδιδοὺς ἠφίει, μηδὲν μηδαμῶς αὐτὸς κατά τινος λυπηρὸν διανοούμενος. ἔνθεν εἰκότως τοὺς ἐπὶ τῆς Ἄφρων χώρας διαστασιάζοντας εἰς τοσοῦτον συνέβαινεν ἐπιτριβῆς ἐλαύνειν ὡς καὶ τολμηροῖς τισιν ἐγχειρεῖν, πονηροῦ τινος ὡς ἔοικε δαίμονος βασκαίνοντος τῇ τῶν παρόντων ἀγαθῶν ἀθονίᾳ παρορμῶντός τ' εἰς ἀτόπους πράξεις τοὺς ἄνδρας, ὡς ἂν κινήσειε κατ' αὐτῶν τὸν βασιλέως θυμόν. οὑ μὴν προὐχώρει τῷ φθόνῳ, γέλωτα τιθεμένου τοῦ βασιλέως τὰ πραττόμενα καὶ τὴν ἐκ τοῦ πονηροῦ κίνησιν συνιέναι φάσκοντος. μὴ γὰρ σωφρονούντων εἶναι ἀνδρῶν τὰ τολμώμενα ἀλλ’ ἢ πάντη παρακοπτοντων ἢ ὑπὸ τοῦ πονηροῦ δαίμονος οἰστρουμένων, οὓς ἐλεεῑσθαι μᾶλλον ἢ κολάζεσθαι χρῆναι· αὐτὸν δὲ κατὰ μηδένα τρόπον ζημιοῦσθαι πρὸς τῆς τῶν ἀφρυινόντων μανίας, ἢ ὅσον τὸ συμπαθεῖν κύτοῖς ὑπερβολῇ φιλανθρωπίας.