Ancient Greek · ~2 min
ΕΙΣ TON BION TOY MAKAPIOY ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΒΑΣΙΔΕΩΣ, Chapter 46
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 46.1
Not analysed yet
Ὡδε μὲν οὖν τὸν τῶν ἀπάντων ἔφορον θεὸν διὰ πάσης βασιλεὺς θεραπεύων πράξεως ἄτρυτον ἐποιεῖτο τὴν τῶν ἐκκλησιῶν αὐτοῦ πρόνοιαν. θεὸς δ' αὐτὸν ἀμειβόμενος πάντα γένη βαρβάρων τοῖς αὐτοῦ καθυπέταττε ποσ· ὶν ὡς πάντη καὶ πανταχοῦ τρόπαια κατ ἐχθρῶν ἐγείρειν, νικητήν τ' αὐτὸν παρὰ τοῖς πᾶσιν ἀνεκήρυττεν ἐπίφοβόν τε ἐχθροῖς καὶ πολεμίοις καθίστη, οὐκ ὄντα τὴν φύσιν τοιοῦτον ἡμερώτατον δὲ καὶ πραότατον καὶ φιλανθρωπότατον εἴ τις πώποτε καὶ ἄλλος.