Ancient Greek · ~4 min
ΕΙΣ TON BION TOY MAKAPIOY ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΒΑΣΙΔΕΩΣ, Chapter 7
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 7.1
Not analysed yet
Περσῶν μὲν δὴ Κῦρον παλαιὸς ἀνυμνεῖ λόγος περιφανῆ βασιλέα ἀποφανθῆναι τῶν πώποτε. ἀλλ᾿ ἐπεὶ μὴ ταῦτα τέλος δ’ ἐχρῆν μακροῦ βίου σκοπεῖν, φασὶν αὐτὸν οὐκ αἴσιον αἰσχρὸν δὲ καὶ ἐονείδιστον ὑπὸ γυναικὸς θάνατον ὑποστῆναι. Μακεδόνων δ’ Ἀλέξανδρον Ἑλλήνων ᾄδουσι παῖδες μυρία μὲν παντοίων ἐθνῶν γένη καταστρέψασθαι, θᾶττον δ᾿ ἢ συντελέσαι εἰς ἄνδρας ὠκύμορον ὠκύμορον κώμοις ἀποληφθέντα καὶ μέθαις. δύο μὲν οὑτος πρὸς τοῖς τριάκοντα ἐνιαυθτοῖς ἐπλήρου, τούτων δὲ τὴν τρίτην ὁ τῆς βασιλείας περιώριζε χρόνος, ἐχώρει δὲ δί αἱμάτων σκηπτοῦ δίκην, ἀφειδῶς ἔθνη καὶ πόλεις ὅλας ἡβηδὸν ἐξανδραποδιζφόμενος. ἄρτι δὲ μικρὸν ἀνθούσης αὐτῷ τῆς ὤρας καὶ τὰ παιδικὰ πενθοῦντι δεινῶς τὸ χρεὼν ἐπιστὰν ἄτεκνον ἄρριζον ἀνέστιον ἐπ᾿ ἀλλοδαπῆς καὶ πολεμίας αὐτόν, ὡς ἂν μὴ εἰς μακρὸν λυμαίνοιτο τὸ θνητὸν γένος, ἠφάνιζεν. αὐτίκα δ’ ἡ βασιλεία κατετέμνετο, τῶν θεραπόντων ἑκάστου μοῖράν τινα περισπῶντος καὶ διαρπάζοντος ἑαυτῷ. ἀλλ᾿ ὀ μὲν ἐπὶ τοιούτοις ἀνυμνεῖται χοροῖς.