Ancient Greek
8.1 to 8.3
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 8.1-3
Not analysed yet
Ὁ δ᾿ ἠμετερος βασιλεὺς ἐξ ἐκείνου μὲν ἤρχετο, οὗπερ ό Μακεδὼν ἐτελεύτα, ἐδιπλασίαξε δὲ τῷ χρόνῳ τὴν ἐκείνου ζωήν, τριπλάσιον δ᾿ ἐποιεῖτο τῆς βασιλείας τὸ μῆκος. ἡμέροις γέ τοι καὶ σώφροσι θεοσεβείας παραγγέλμασι τὸν αὐτοῦ φραξάμενος στρατόν, ἐπῆλθε μὲν τὴν Βρεττανῶν καὶ τοὺς ἐν αὐτῷ οἰκοῦντας ὠκεανῷ τῷ κατὰ δύοντα ἥλιον τε Σκυθικὸν ἐπηγάγετο πᾶν, ὑπ᾿ αὐτῇ ἄρκτῳ μυρίοις βαρβάρων ἐξαλλάττουσι γένεσι τεμνόμενον ,ἤδη δὲ καὶ μεσημβρίας ἐπ᾿ τὴν ἀρχὴν ἐκτείνας εἰς αὐτοὺς Βλέμμυὰς τε καὶ Αἰθίοπας, ούδὲ τῶν πρὸς ἀνίσχοντα ἥλιον ἀλλοτρίαν ἐποιεῖτο τὴν κτῆσιν,