Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.1
Not analysed yet
<ΕΥΣΤΑΘΙΟΥ ΠΑΡΕΚΒΟΛΑΙ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΔΑ> Τῶν Ὁμήρου Σειρήνων καλὸν μὲν ἴσως εἴ τις ἀπόσχοιτο τὴν ἀρχὴν ἢ κηρῷ τὰς ἀκοὰς ἀλειψάμενος ἢ ἀλλ' ἑτέραν τραπόμενος, ὡς ἂν ἀποφύγῃ τὸ θέλγητρον. μὴ ἀποσχόμενος δέ, ἀλλὰ διὰ τῆς ᾠδῆς ἐκείνης ἐλθών, οὐκ ἄν, οἶμαι, οὔτε παρέλθῃ ῥᾳδίως, εἰ καὶ πολλὰ δεσμὰ κατέχοι, οὔτε παρελθὼν εἴη ἂν εὔχαρις. εἰ γάρ που, ὥσπερ θεάματά τινα, ὁποῖα τὰ θρυλλούμενα ἑπτὰ ἐν λόγοις κεῖνται, ἀριθμήσει τις καὶ ἀκούσματά τινα ἐπιστροφῆς ἄξια, εἴη ἂν ἐν αὐτοῖς μάλιστα καὶ ἡ Ὁμηρικὴ ποίησις, ἧς οὐκ οἶμαι εἴ τις τῶν πάλαι σοφῶν οὐκ ἐγεύσατο καὶ μάλιστα τῶν ὅσοι τῆς ἔξω σοφίας ἠρύσαντο. ἐξ Ὠκεανοῦ μὲν γὰρ ποταμοὶ πάντες, πηγαὶ πᾶσαι, φρέατα πάντα κατὰ τὸν πάλαι λόγον· ἐξ Ὁμήρου δέ, εἰ καὶ μὴ πᾶσα, πολλὴ γοῦν παρεισέρρευσε τοῖς σοφοῖς λόγου ἐπιρροή. οὐδεὶς γοῦν οὔτε τῶν τὰ ἄνω περιεργαζομένων οὔτε τῶν περὶ φύσιν οὔτε τῶν περὶ ἦθος οὔθ' ἁπλῶς τῶν περὶ λόγους ἐξωτερικούς, ὁποίους ἂν εἰπῇ τις, παρῆλθε τὴν Ὁμηρικὴν σκηνὴν ἀξεναγώγητος, ἀλλὰ πάντες παρ' αὐτῷ κατέλυσαν, οἱ μὲν ὡς καὶ διάγειν παρ' αὐτῷ μέχρι τέλους καὶ τῶν αὐτοῦ συσσιτίων ἀποτρέφεσθαι, οἱ δὲ ὥστε χρείαν ἀποπλῆσαί τινα καὶ συνεισενεγκεῖν ἐξ αὐτοῦ τῷ λόγῳ τι χρήσιμον. ἐν οἷς καὶ ἡ Πυθία, πολλοὺς τῶν χρησμῶν πρὸς Ὁμηρικὴν μέθοδον ἀποξέουσα. φιλόσοφοι περὶ αὐτόν, εἰ καὶ Ἵππαρχος φθονεῖ, ὡς μετ' ὀλίγα ἱστορηθήσεται. ῥήτορες περὶ αὐτόν. γραμματικοὶ δὲ οὐκ ἄλλως εἰς τέλος, εἰ μὴ δι' αὐτοῦ. ὅσοι δὲ μετ' αὐτὸν ποιηταί, οὐκ ἔστιν ὃς ἔξω τι τῶν αὐτοῦ μεθόδων τεχνάζεται, μιμούμενος, παραποιῶν, πάντα ποιῶν δι' ὧν ὁμηρίζειν δυνήσεται. ἄγουσιν αὐτὸν καὶ γεωγράφοι διὰ ζήλου πολλοῦ καὶ θαύματος. ὁ περὶ τὴν Ἀσκληπιαδῶν δίαιταν καὶ τὰ τραύματα ἐρανίζεται καὶ αὐτὸς ἐκεῖθεν ἀγαθά. ἐφέλκεται τὸ πρᾶγμα καὶ βασιλεῖς· καὶ μαρτυρεῖ ὁ μέγας Ἀλέξανδρος, κειμήλιον εἴτε καὶ ἐφόδιον καὶ ἐν αὐταῖς μάχαις τὴν Ὁμηρικὴν βίβλον ἐπαγόμενος