Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.2
Not analysed yet
καὶ τὴν κεφαλήν, ὅτε ὑπνοῦν δέοι, ἐπαναπαύων αὐτῇ, ἵνα τάχα μηδὲ ἐν ὕπνοις αὐτοῦ ἀπέχοιτο, ἀλλὰ καὶ φανταζόμενος εἴη εὐόνειρος. καὶ ἔστιν ἀληθῶς βασιλικὸν πρᾶγμα ἡ Ὁμήρου ποίησις καὶ μάλιστα ἡ Ἰλιάς. καὶ παροιμία μέν τις κακῶν Ἰλιάδα φησίν· αὐτὴ δὲ καλοῦ παντός ἐστιν Ἰλιάς· δραματικώτερον μὲν σχηματιζομένη διὰ τῆς μονοειδοῦς μέν, πολυπροσώπου δὲ ἀφηγήσεως, γέμουσα δὲ μυρίων ὧν ἄν τις εἴποι καλῶν, φιλοσοφίας, ῥητορείας, στρατηγικῆς εὐτεχνίας, διδασκαλίας τῆς περὶ ἠθικῶν ἀρετῶν, τεχνῶν ὅλως παντοίων καὶ ἐπιστημῶν. ἔχει τις καὶ δόλους ἐπαινετοὺς ἐκεῖθεν μαθεῖν καὶ ψευδῶν κερδαλέων συνθέσεις καὶ σκωμμάτων δριμύτητας καὶ ἐγκωμίων μεθόδους. φρόνησιν δὲ οὐκ ἔστιν εἰπεῖν ὅσην περιποιεῖται τῷ προσέχειν ἐθέλοντι. καὶ ὅσα δὲ τῇ ἱστορίᾳ ἐπιθεωροῦνται σεμνά, οὐκ ἂν οὐδὲ τὴν Ὁμήρου τέχνην τῶν τοιούτων ἀποστερήσῃ τις, τῆς πολυπειρίας, τοῦ τὰς ἀκοὰς ἡδύνειν, τοῦ τὰς ψυχὰς παιδεύειν, τοῦ εἰς ἀρετὴν ἐπαίρειν, τῶν ἄλλων οἷς ὁ ἱστορῶν ἐνευδοκιμεῖ. εἰ δ', ὅτι μύθων γέμει, ἐκπίπτειν αὐτὸν κίνδυνός ἐστι τοῦ θαυμάζεσθαι, ἀλλὰ πρῶτον μὲν οὐ πρὸς γέλωτα οἱ Ὁμηρικοὶ μῦθοι ἀλλὰ ἐννοιῶν εὐγενῶν σκιαί εἰσιν ἢ παραπετάσματα, οἱ μὲν ὑπ' αὐτοῦ πλαττόμενοι πρὸς τὰ ὑποκείμενα, οἳ καὶ πρὸς αὐτὰ οἰκείως ἀλληγοροῦνται, πολλοὶ δὲ καὶ ὑπὸ τῶν παλαιῶν μὲν τεθειμένοι, ἑλκόμενοι δὲ χρησίμως καὶ εἰς τὴν τούτου ποίησιν, ὧν ἡ ἀλληγορία οὐ πάντῃ πάντως πρὸς τὰ Τρωϊκά, ἀλλὰ ὅπως ἂν ἐξ ἀρχῆς ᾐνίξαντο οἱ αὐτοὺς πλασάμενοι. ἔπειτα οὐδὲ ἔχαιρεν αὐτόθεν μύθοις ὁ τῆς σοφίας τρόφιμος. (ἡ σοφία τε γὰρ θεωρία ἐστὶν ἀληθευτική· καὶ ὁ σοφὸς δὲ τοιοῦτος· οὐκοῦν καὶ ὁ Ὅμηρος;) ἀλλὰ διὰ τὸ τῶν πολλῶν ἐπαγωγὸν αὐτοὺς τῇ ποιήσει παρεμπλέκων τεχνάζεται, ἵνα δελεάσας καὶ θέλξας τῷ προφαινομένῳ δικτύων, ὅ φασιν, ἔσω λάβῃ τοὺς ὀκνοῦντας τὸ τῆς φιλοσοφίας γλαφυρόν, εἶτα καὶ γεύσας τῆς ἐν ἀληθείᾳ γλυκύτητος ἀφήσει σοφοὺς πορεύεσθαι καὶ θηρᾶσθαι αὐτὴν καὶ ἄλλοθεν. ἔτι δὲ γίνεται καὶ μεθοδευτὴς οὕτω τῆς τῶν μύθων πιθανῆς πλάσεως, ἵνα καὶ τούτου τοῖς φιλομαθέσιν, ὡς καὶ τῶν λοιπῶν εἰδῶν τοῦ λόγου, καθηγήσηται. ἐκεῖνο δὲ καὶ μάλιστα θαυμαστὸν ἐν τούτοις Ὅμηρος ἔχει, ὅτι καὶ μύθοις μεμεστωμένος ὅμως οὐ φεύγεται, ἀλλὰ στέργεται, καὶ οἱ μισεῖν αὐτὸν προϊσχόμενοι οὐκ ὀκνοῦσιν αὐτοῦ ἄλλως ἅπτεσθαι, καὶ ἀποδιοπομποῦντες αὖθις προσίενται, ὅμοιοι τῷ παροιμιακῷ Σκύθῃ, ὃς θεωμένων μὲν Ἑλλήνων ἀπέσχετο ἵππου εὐγενοῦς ἐκπεπνευκότος, ἀνακάμψας δὲ καθ' ἡσυχίαν τὸ σύνηθες ἔπραττεν, ἀπολαύων οὗ ἤθελεν. εἰ δὲ καὶ οἱ χρώμενοι δηλοῦσι τὸ χρηστὸν πρᾶγμα, οὐκ ἔχει ἀντιλογίαν πολύχρηστον εἶναι χρῆμα τὴν Ὁμηρικὴν ποίησιν. ἀλλ' ὅτι μὲν εὔχρηστος ὁ ποιητής, οὕτως ἀμυδρῶς δηλοῦντες ὑπεκρουσάμεθα, ὅτι μηδὲ πρόθεσις ἡμῖν Ὁμήρου ὑπερλαλεῖν. ὡς εἴγε τις ἐν σκοπῷ θήσει τὸ πρᾶγμα, οὐ πολλῶν δεήσεται λόγων, ἀλλὰ προβαλεῖται τὰς βίβλους ἐκ προχείρου, ὧν αἱ μὲν εἰς αὐτόν, αἱ δὲ ἐξ αὐτοῦ συνεκροτήθησαν, καὶ ἀνύσει ῥᾳδίως τὸ προτεθέν.