Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.10
Not analysed yet
χρῆσις αὕτη ἐν μέτρῳ ἡρῴῳ· Ἐν Δήλῳ τότε πρῶτον ἐγὼ καὶ Ὅμηρος ἀοιδοὶ μέλπομεν, ἐν νεαροῖς ὕμνοις ῥάψαντες ἀοιδήν. Ὅτι δὲ καὶ παρὰ τὴν ῥάβδον ἡ ῥαψῳδία εἴρηται, οἱονεὶ ῥαβδῳδία τις οὖσα, φασὶ καὶ τοῦτο οἱ παλαιοί, ἀκολουθοῦντες Καλλιμάχῳ εἰπόντι «τὸν ἐπὶ ῥάβδῳ μῦθον ὑφαινόμενον». δαφνίνη δὲ ἦν ἡ ῥάβδος, ἣν κατέχοντες ἐποιοῦντο τὰς τοιαύτας ᾠδάς. καὶ τὴν αἰτίαν οἱ τῆς γραμματικῆς ἐξηγηταὶ λέγουσι. καὶ οὕτω μὲν τὰ Ὁμηρικὰ εἰκοσιτέσσαρα γράμματα καὶ ῥαψῳδίαι ἐλέγοντο, μερικαί τινες οὖσαι περιπέτειαι, ὥς φασιν οἱ παλαιοί, καὶ μικραὶ ὑποθέσεις. αἱ δὲ αὐταὶ ῥαψῳδίαι καὶ ποιήματα ἐκαλοῦντο ὡς μέρη. ποίησις μὲν γὰρ ἡ ὅλη βίβλος· ποίημα δὲ τόδε τὸ γράμμα ἤγουν ἥδε ἡ ῥαψῳδία, τὸ ἄλφα, τὸ βῆτα καὶ τὰ λοιπά. οἱ δὲ πλείους τῶν παλαιῶν τήν τε ὅλην Ὁμηρικὴν ποίησιν ῥαψῳδίαν λέγουσι καὶ ῥαψῳδοὺς τοὺς αὐτὴν ᾄδοντας· ἔτι δὲ καὶ ῥαβδῳδοὺς διὰ τὴν ἄνω ῥηθεῖσαν δαφνίνην ῥάβδον· διὰ δὲ τὴν αὐτὴν καὶ στιχῳδούς· στίχοι γάρ, φασίν, ὑπό τινων αἱ ῥάβδοι ἐλέγοντο. ἀλλὰ καὶ ἀρνῳδούς, ἐπειδὴ οἱ ἀγωνιζόμενοι ἐν ᾠδῇ Ὁμηρικῇ καὶ νικῶντες ἄρνα ἐλάμβανον ἔπαθλον. Πινδάρῳ δὲ ἀρέσκει οὐκ ἀπὸ ῥάβδου ἀλλ' ἐκ τοῦ ῥάπτειν τοὺς ῥαψῳδοὺς λέγεσθαι. περιφράζων γὰρ τοὺς ῥαψῳδούς «ῥαπτῶν ἐπέων ἀοιδούς» αὐτοὺς λέγει. ῥάπτειν δὲ ἢ ἁπλῶς, ὡς εἴρηται, τὸ συντιθέναι ἢ τὸ κατὰ εἱρμόν τινα ῥαφῇ ὁμοίως εἰς ἓν ἄγειν τὰ διεστῶτα. σποράδην γάρ, φασί, κειμένης καὶ κατὰ μέρος διῃρημένης τῆς Ὁμηρικῆς ποιήσεως, οἱ ᾄδοντες αὐτὴν συνέρραπτον οἷον τὰ εἰς ἓν ὕφος ἀδόμενα. ἢ καὶ ἄλλως, διότι κατὰ μέρος, φασί, τῆς ποιήσεως διαδεδομένης τὴν σύμπασαν ποίησιν ἐπιόντες οἱ ᾄδοντες καὶ τὰ ἐξ ἑκατέρας Ὁμηρικῆς βίβλου συρράπτοντες, ὡς ἐβούλοντο, ῥαψῳδοὶ ἐντεῦθεν προσηγορεύθησαν. τῆς δὲ τοιαύτης ῥάψεως παράδειγμα σαφὲς καὶ οἱ κέντρωνες, τουτέστι τὰ λεγόμενα Ὁμηρόκεντρα. κέντρωνές τε γὰρ κυρίως λέγονται τὰ ἐκ διαφόρων χροιῶν συνερραμμένα εἰς ἕν, οἷς ὡμοίωνταί πως τὰ Ὁμηρόκεντρα. καὶ ῥαψῳδία δὲ ἡ ἐξ ἑκατέρων τῶν Ὁμηρικῶν ποιήσεων συρραφεῖσα ᾠδὴ ἀναλόγως τῷ ὑποκειμένῳ πράγματι, γάμῳ τυχὸν ἢ ἑορτῇ. Τοῦ δὲ ἀπαγγέλλειν τὴν Ὁμήρου ποίησιν σκεδασθεῖσαν ἀρχὴν ἐποιήσατο Κύναιθος ὁ Χῖος. ἐλυμήναντο δέ, φασίν,