Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.11
Not analysed yet
αὐτῇ πάμπολλα οἱ περὶ τὸν Κύναιθον καὶ πολλὰ τῶν ἐπῶν αὐτοὶ ποιήσαντες παρενέβαλον. διὸ καὶ διωρθώθησαν αἱ Ὁμηρικαὶ βίβλοι, ὡς ἀνωτέρω εἴρηται. τοῦτο δὲ οὐ μόνον οἱ περὶ Πεισίστρατον γραμματικοὶ ἐποίησαν, ἀλλὰ καὶ ἕτεραι Ὁμηρικαὶ διορθώσεις μνημονεύονται, οἷον καὶ ἡ ἱστορουμένη ἀπὸ νάρθηκος καὶ Μασσαλιωτικὴ δέ τις καὶ Σινωπική. καὶ ταῦτα μὲν ἱκανῶς ἕως ὧδε. Τὸ δὲ πᾶν τοῦ παρόντος λόγου εἰπεῖν ἐν βραχεῖ, ἐπιγραφὴ τοῦ παρόντος γράμματος τριπλῆ· Ἰλιάδος Ἄλφα καὶ Ῥαψῳδία καὶ Γράμμα. καὶ δηλοῦται ἐν τούτοις τοῖς τρισὶ κατὰ πολυωνυμίαν ἓν νόημα. φέρονται δὲ καὶ ἕτεραι ἑκάστου γράμματος ἐπιγραφαὶ ἀνὰ δύο· μία μὲν ἐν πεζαῖς λέξεσιν, ἑτέρα δὲ ἐν στίχῳ ἡρωϊκῷ. καὶ αἱ μὲν ἄλλαι ῥηθήσονται κατὰ καιρόν. τῆς δὲ παρούσης ῥαψῳδίας ἡ μὲν πεζὴ ἐπιγραφὴ αὕτη· Λοιμὸς καὶ Μῆνις. ἡ δὲ ἔμμετρος ἥδε· Ἄλφα, λιτὰς Χρύσου, λοιμὸν στρατοῦ, ἔχθος ἀνάκτων. λείπεται δὲ πάντως αὕτη ῥήματος, ἵνα λέγῃ ὅτι ἡ ἄλφα ῥαψῳδία περιέχει ἢ ἱστορεῖ τὰ καὶ τά. Ὅτι δέκα ἐτῶν περιπλομένων τοῖς Ἕλλησι περὶ τὸν Τρωϊκὸν πόλεμον Ὅμηρος τὴν Ἰλιάδα ἐκ τῶν τελευταίων ἤγουν ἐκ τοῦ δεκάτου ἔτους ἐποίησεν καὶ οὐδὲ ἐξ αὐτοῦ ὅλου, ἀλλ' ἐκ μέρους τινός, τουτέστι τῆς ἐν αὐτῷ συμπεσούσης μήνιδος τοῦ Ἀχιλλέως. ἐμεθώδευσε δὲ ὁ ποιητὴς τοῦτο ἅμα μὲν διὰ τὸ καινοπρεπὲς καὶ τῷ ἀνελπίστῳ ξενίζον, τὸ γὰρ κατὰ φύσιν ἀπὸ τῶν πρώτων ἄρξασθαι οὔτε καινόν τι ἔχει καὶ ὁ ἀκροατὴς δὲ ὡς ἐπὶ πολὺ οὕτως ἐλπίζει γενέσθαι, ἅμα δὲ καὶ διὰ τὸ δεινότερον, τουτέστιν οἰκονομικώτερον. οὐδὲ γὰρ εἶχεν ἄλλως ἀξιόλογον ὕλην γραφῆς, διότι τὰ μὲν προηγησάμενα ἐννέα ἔτη ἀνειμένως εἶχον τῆς μάχης, πολεμαρχοῦντος τοῦ ἀνδρειοτάτου Ἀχιλλέως καὶ τοὺς Τρῶας ὡς τὰ πολλὰ τῇ πόλει διὰ δέος ἐγκατακλείοντος. ὅτε δὲ αὐτὸς ἐμήνισε, συνετάθη ὁ πόλεμος ἀναθαρρησάντων τῶν Τρώων. καὶ τεχνικὴν εὐπορίαν ἐνταῦθα εὗρε τοῦ γράφειν ὁ ποιητής, ὃν καὶ οἱ μετ' αὐτὸν μιμησάμενοι τραγικοί τε καὶ κωμικοὶ καθ' ὁμοιότητά τινα καὶ αὐτοὶ μετεχειρίζοντο τὰ οἰκεῖα ποιήματα. ἡ αὐτὴ δὲ τῷ Ὁμήρῳ μέθοδος καὶ ἐν Ὀδυσσείᾳ διεχειρίσθη. ἐὰν δέ τις λίχνος τὴν ἀκοὴν καὶ ζητητικὸς τὰ εἰς μάθησιν δυσκόλως ἔχῃ περὶ τὴν μέθοδον βαρυνόμενος, ὅτι τὸ τέλος μαθὼν ἀνήκουστος ἔσται τῶν πρὸ τοῦ τέλους, πραϋνέσθω οἷς οὐδὲ τὰ ἐν ἀρχῇ παραλείπουσιν οἱ ὄντως ἐκ τῶν τελευταίων ἀρχόμενοι, ἀλλ' εὐμεθόδως καὶ αὐτὰ τῇ τοῦ βιβλίου ὁλότητι παρενσπείρουσιν. οἷον μετὰ τὴν τοῦ Πάριδος κρίσιν ἐπὶ ταῖς θεαῖς ἀρχὴ τοῦ Τρωϊκοῦ πολέμου, Ἑλένης ἁρπαγή, καὶ μετὰ ταύτην, συνελόντα φάναι, ἀνάπλους Ἑλλήνων εἰς Τροίαν διὰ ἄμυναν ὑπὸ καθηγητῇ τῷ Κάλχαντι. εἶτα μερισμὸς Ἑλλήνων εἴς τε