Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.100
Not analysed yet
διασαφητικὸς τοιοῦτος σύνδεσμος ὁ μεταξὺ δύο λόγων τιθέμενος καὶ ἐκλεγόμενος τὸ ἕτερον, εἰς ἐπίτασιν δέ ποτε προσλαμβάνων τὸ μᾶλλον ἐπίρρημα, κατὰ τὸ ῥηθὲν τοῦ Φωκίωνος νόημα, ἢ τὸν περ σύνδεσμον, ὡς ἀνωτέρω γέγραπται. παραδιαζευκτικὸς μέντοι ὁ μὴ τῶν δύο λέξεων τὸ ἓν δεχόμενος οἷον· ἢ Ἀχαιοὶ ἢ Πελοποννήσιοι. τοῦτο γὰρ διαζευκτικοῦ τοῦ ἢ συνδέσμου ἴδιον· ἀλλά πως καὶ τοὺς δύο, οἷον «χιτῶνά μοι χρῆσον ἢ καὶ ἱμάτιον». αἰτεῖ μὲν γὰρ τὸ ἕτερον, οὐ λυπεῖ δὲ καὶ τὰ δύο δοθέντα. ὅτι δὲ δίχα τῶν εἰρημένων καὶ ἄλλα σημαινόμενά εἰσι τοῦ ἤ συνδέσμου, δηλοῖ ὁ γράψας, ὅτι ἐστὶ καὶ διαπορητικός· οἷον «ἢ ὅγε φάσγανον ὀξὺ ἐρυσάμενος» καὶ «ἠὲ χόλον παύσειε» καὶ «ἢ δολιχὴ νοῦσος ἢ Ἄρτεμις ἰοχέαιρα». ἔστι δὲ καὶ ἰσοδύναμος τῷ ει· οἷον «ἢ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσι» καὶ «ἢ τοιόσδε ἐών» ἐν τῇ γάμμα ῥαψῳδίᾳ. ἔστι καὶ παρέλκον ὑποτασσόμενον πύσματι· οἷον «ἀλλὰ τί ἤ μοι ταῦτα διελέξατο θυμός;» ἔστι καὶ ἐρωτηματικὸν διαλαμβανόμενόν ποτε καὶ δὶς καὶ τρὶς ἐν διαζευκτικαῖς διανοίαις ἐντελέσιν· οἷον «ἠέ τι Μυρμιδόνεσιν ἢ ἐμοὶ αὐτῷ» καὶ ἑξῆς. ἔστι καὶ βεβαιωτικὸν οἷον «ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱός». ἔστι καὶ συγκριτικὸν οἷον «τοῦ ἑλομένου τὸ ἀγαθὸν οὐχ' ἧττον ἢ τοῦ παρασχόντος τὰ σπέρματα». ὅτι δὲ καὶ ἄλλα τινὰ ὀλίγα σημαίνει ὁ ἢ σύνδεσμος, ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν δηλοῦται, ὅπου ἡ Νεκυία.] Ἔτι ἰστέον καὶ ὅτι παρὰ μὲν τοῖς ὕστερον μονόφθογγα καὶ βραχέα φωνήεντα ἐκθλίβονται ἤγουν κουφίζονται, παρὰ δὲ τοῖς παλαιοῖς ἅπαντα· ὅθεν καὶ νῦν ἐν τῷ «βούλομ' ἐγώ» ἡ αι δίφθογγος ἐξεθλίβη. Τὸ δὲ σόος παρὰ τῷ ποιητῇ ἀεὶ συστέλλει τὴν παραλήγουσαν, ὡς ἀπὸ τοῦ σέω, τὸ ὁρμῶ, ὃ προσλήψει τοῦ υ γίνεται σεύω. καὶ ἔστι σόος οἱονεὶ ὁ τὰς φυσικὰς ὁρμὰς ἔχων. ἀκολούθως δὲ καὶ τὸ «λαοσσόος Ἀθηνᾶ» καὶ αὐτὸ συστολὴν ἔχει τῆς παραληγούσης. οὕτω δὲ καὶ παρὰ Θεοκρίτῳ τὸ «δορυσσόος Κάστωρ» καὶ «δύσσοα θρέμματα». ἔτι ἰστέον καὶ ὅτι καὶ ῥῆμά ἐστι σόω διὰ τοῦ ο μικροῦ, οὗ τὸ προστακτικὸν σούσθω παρὰ Σοφοκλεῖ ἐκ τοῦ σοέσθω