Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.101
Not analysed yet
συναιρεθέν. ἐντεῦθεν δὲ καὶ τὸ ἀπέσσουα Δωρικόν, ὡς δηλοῖ τὸ «ἔρρει τὰ κᾶλα, Μίνδαρος ἀπέσσουα» ἤγουν ἀφώρμησεν, ἀπῆλθε, τέθνηκεν. ἀπὸ δὲ τοῦ σόος [τούτου βοηθεῖται καὶ ὁ Τεχνικὸς εἰς τὴν παρ' αὐτῷ ἐτυμολογίαν τοῦ σολοικισμοῦ, εἰπὼν σολοικισμὸν εἶναι σόου λόγου αἰκισμόν. ἐκ δὲ τοῦ αὐτοῦ σόος] κράσεως γενομένης τῶν δύο ο εἰς ω μέγα, ὡς ἐν τῷ προόρα πρώρα, ἀποτελεῖται τὸ σῶς· οἷον «νῦν τοι σῶς αἰπὺς ὄλεθρος». ἢ καὶ ἀπὸ τοῦ σάος, ἐξ οὗ τὸ σαώτερος, γίνεται κατὰ κρᾶσιν σῶς, ᾧ προστεθέντος τοῦ ο μικροῦ ἐν τῇ ληγούσῃ γράφεται παρὰ τοῖς ὕστερον τὸ σῶος μετὰ παραληγούσης μακρᾶς, οὐ μὴν καὶ παρὰ τῷ ποιητῇ. [τὸ μέντοι σῶς εὕρηται παρ' αὐτῷ ἐν χρήσει. ὡς δὲ καὶ δύο ῥημάτων ὄντων, σώω διὰ παραληγούσης μακρᾶς καὶ σόω διὰ βραχείας, ἐκ τούτου μὲν ὁ παρ' Ὁμήρῳ σόος γίνεται, ἐκεῖθεν δὲ ὁ παρὰ τοῖς ὕστερον σῶος, καὶ ἀλλαχοῦ δηλωθήσεται.] (v. 118) Ὅτι στερούμενος τῆς Χρυσηΐδος ὁ Ἀγαμέμνων, ἣν εἰς γέρας εἶχε, γέρας αὐτίκα ζητεῖ αὐτῷ ἑτοιμάσαι τοὺς Ἕλληνας, «ἵνα μὴ μόνος», φησίν, «ἀγέραστος ἔω» ἤγουν ὦ καὶ ὑπάρχω, περὶ οὗ προείρηται. «ἐπεὶ οὐδὲ ἔοικε», φησίν, ἀγέραστον δηλαδὴ εἶναι τὸν ἐν πᾶσιν, ὡς μετὰ ταῦτα δειχθήσεται, γεραρώτατον. καὶ οὕτω μὲν ὁ βασιλεύς. Ἀχιλλεὺς δὲ ἀντικαθιστάμενος πρὸς μὲν τὸ «ἵνα μὴ ἀγέραστος ὦ» ἐπιφέρει «Ἀτρείδη κύδιστε» οἱονεὶ λέγων, ὅτι πῶς ἀγέραστος ὁ κύδιστος; εἶτα ὡς τὸν βασιλέα ἐλέγξας εἰς τοῦτο ψευδόμενον ἐπάγει τὸ «φιλοκτεανώτατε» ὀνειδίζων, ὡς οὐ θέλοντα γέρας, ἀλλ' ἁπλῶς κτέανον ἤτοι κτῆμα, ὥστε εἶναι αὐτὸν φιλοχρήματον. πρὸς δὲ τὸ «αὐτίκα», ὅπερ ἐστὶν ἐνεστῶτος, τὸν μέλλοντα χρόνον ἀντιτίθησι λέγων ὡς, εἴ ποτε πόλιν Τροίην ἕλωμεν, οὐχ' ἁπλῶς δώσομεν καὶ χαριούμεθα, ἀλλ' ὡς ὄφλημα ἀποτίσομεν, καὶ οὐχ' ἁπλῇ, ἀλλὰ τριπλῇ καὶ τετραπλῇ, οὐ χάριν, ὥς φασιν οἱ παλαιοί, ἀλλ' ὡς κακῷ δανειστῇ. πρὸς δὲ τὸ ἑτοιμάσατε πληθυντικῶς ῥηθὲν ὑπὲρ πάντων ἀπολογούμενός φησι· «πῶς ἄν σοι δώσουσι γέρας Ἀχαιοί;» ,οὓς καὶ κολακεύων μεγαθύμους λέγει, καταδημαγωγῶν αὐτοὺς καὶ ἐρεθίζων κατὰ τοῦ βασιλέως. ὅθεν ὁ βασιλεὺς εὐλαβηθείς, μή ποτε τοῖς λόγοις τοῦ Ἀχιλλέως ἀνασεισθῇ ὁ λαός, ἀφίησι τὸ ἑτοιμάσατε καὶ ὑποθωπεύει βραχύ τι τοὺς Ἀχαιοὺς μεγαθύμους καὶ αὐτὸς προσειπὼν καὶ αὐτοῖς ἀναθεὶς τὸ δοῦναί τι αὐτίκα γέρας εἴτε καὶ μή. καὶ οὕτω τοῦ δήμου ἀποστὰς τῶν ἀρίστων εὐμεθόδως ἅπτεται, ἀπειλούμενος ἢ τὸ τοῦ