Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.102
Not analysed yet
Αἴαντος ἢ τὸ τοῦ Ὀδυσσέως ἢ τὸ τοῦ Ἀχιλλέως γέρας ἀφελέσθαι. ἰδὼν δὲ τοὺς Ἕλληνας ἡσύχως φέροντας τὴν τῶν ἀριστέων ὕβριν καὶ γαληνῶς ἔχοντας, εἰδὼς δὲ καὶ ὅτι ἀλογίστως ἀπειλεῖται τῷ Ὀδυσσεῖ καὶ τῷ Αἴαντι τοῖς ἀναιτίοις, αὐτῶν μὲν ἀπέχεται ὡς οἷα κατὰ δευτέραν φροντίδα μεταβουλευσάμενος, ἀπειλεῖται δὲ ἀγαγέσθαι τὴν Βρισηΐδα αὐτὸς ἰὼν εἰς τὴν τοῦ Ἀχιλλέως σκηνήν, μεγαλοπρεπῶς ἑαυτὸν διορθωσάμενος καὶ εὐτάκτως τῷ λόγῳ προβὰς ἀπὸ τῶν ὅλων Ἑλλήνων εἰς ὀλίγους, τοὺς διαληφθέντας τρεῖς ἀριστεῖς, καὶ ἀπὸ τῶν ὀλίγων εἰς ἕνα τὸν Ἀχιλλέα. (v. 118—20) Ὅτι καὶ ἐνταῦθα, ὡς καὶ ἐν τῇ ἀρχῇ τοῦ βιβλίου, τρεῖς αἰτίας ἀλλήλων ἐξαρτᾷ χρησάμενος ποικίλοις αἰτιολογικοῖς συνδέσμοις, τῷ ὄφρα, τῷ ἐπεί καὶ τῷ γάρ. φησὶ γάρ «ἐμοὶ δὲ γέρας αὐτίκα ἑτοιμάσατε, ὄφρα μὴ οἶος ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικε. λεύσσετε γάρ, ὅ μοι γέρας ἔρχεται ἄλλῃ» ἤγουν ἀπέρχεται ἀλλαχοῦ. καὶ μικρὸν δὲ ἀνωτέρω τέσσαρας αἰτίας συνῆψεν εἰπών· οὕνεκα Χρυσηΐδος ἄποινα οὐκ ἤθελον δέξασθαι· ἐπεὶ πολὺ βούλομαι αὐτὴν οἴκοι ἔχειν. καὶ γὰρ Κλυταιμνήστρας προβέβουλα· ἐπεὶ οὐ χείρων ἐκείνης ἐστί. τὸ γὰρ οὕνεκα καὶ τὸ γάρ καὶ τὸ ἐπεί σύνδεσμοι αἰτιολογικοί· ὡσαύτως καὶ μετ' ὀλίγα φησιν «οὐ γὰρ ἐγὼ Τρώων ἕνεκα ἦλθον, ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν. οὐ γὰρ πώ ποτ' ἐμὰς βοῦς ἤλασαν, ἐπεὶ πολλὰ μεταξὺ οὔρεα». [Ὅτι λεύω μὲν λεύσω τὸ λιθάσω δι' ἑνὸς γράφεται σ νόμῳ μέλλοντος, λεύσσω δὲ τὸ βλέπω ἐν δυσὶ προφέρεται σσ καὶ πρὸς διαστολὴν ἐκείνου καὶ ὡς ἐνεστώς, εἰ καὶ ἄλλως οὐδέποτε πρὸ τῶν δύο σσ εὑρίσκεται δίφθογγος πλὴν τούτου καὶ πλὴν τοῦ κρείσσων καὶ τοῦ ἐξ αὐτοῦ ῥήματος, τοῦ κρεισσῶ. χρῆσις δὲ αὐτοῦ κἀνταῦθα ἐν τῷ «λεύσσετε γὰρ τό γε πάντες». εἰ δὲ καὶ μέλλων τοῦδε τοῦ λεύσσω ἐστὶ τὸ λεύξω, τίς οἶδεν;] (v. 121) Ὅτι ἐξαίρετον τῶν ἄλλων Ἑλλήνων ἔοικεν ἔχειν τὸ τῶν ποδῶν τάχος ὁ Ἀχιλλεύς, ναὶ δὲ καὶ τὸ κάλλος, ὡς ἐν τῇ Βοιωτίᾳ φανήσεται· ἀφ' οὗ καὶ θεοείκελος λέγεται, ὡς καὶ ὁ Πάρις Ἀλέξανδρος θεοειδής. καὶ γένει μὲν καὶ ἄλλοι προεῖχον, ἐν ἀνδρίᾳ δὲ ὁ Αἴας οὐκ εἶχε τὰ δευτερεῖα αὐτοῦ. ἐρεῖ γάρ που ὁ ποιητής, ὅτι ἐν αὐτοσταδίᾳ μάχῃ οὐκ ἂν Αἴας ὁ μέγας εἴξῃ οὐδ' αὐτῷ Ἀχιλλεῖ. ποδωκείᾳ μέντοι πάντων ὁ Ἀχιλλεὺς προεῖχε καὶ ποσὶν οὐκ ἦν ἐρίσαι αὐτῷ, ὡς ἀλλαχοῦ ὁ ποιητὴς λέγει. διὸ συχνὰ ποδώκη τε αὐτὸν καλεῖ καὶ διαλελυμένως πόδας ὠκύν, ἀλλὰ καὶ ποδάρκη, ὅ ἐστιν ἐπαρκοῦντα ἢ ἐξαρκοῦντα τοῖς ποσὶ καὶ ἐπὶ πολὺ θέειν