Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.104
Not analysed yet
ξυνός, ξύνιον καὶ ξυνήϊον. (v. 126) ἐν δὲ τῷ «παλίλλογα» τροπὴ γέγονε τοῦ ν εἰς λ, ὁποία καὶ ἐν τῷ «πάλλευκον κάρα» καὶ τοῖς ὁμοίοις.] (v. 129) Πόλιν δὲ Τροΐην οἱ μέν φασι Τρωϊκὴν ἁπλῶς τινα, ὁποίας πολλὰς ἐπόρθησεν Ἀχιλλεύς. διὸ καὶ μετ' ὀλίγα ἐρεῖ «ὁππότε Ἀχαιοὶ Τρώων ἐκπέρσωσι πτολίεθρον». ἔστι γὰρ ταὐτὸν πόλιν Τροΐην εἰπεῖν καὶ Τρώων πτολίεθρον. ἄλλοι δὲ πόλιν Τροΐην νοοῦσι τὴν Τροίαν αὐτήν, οὕτω λεχθεῖσαν κατὰ διάλυσιν. καὶ μὴν πολλοῖς ἑτέροις τῶν παλαιῶν τοῦτο οὐκ ἤρεσεν, οἳ λέγουσι μηδὲ λεχθῆναί που ἀλλαχοῦ τὴν Τροίαν τρισυλλάβως παρὰ τῷ ποιητῇ, ἀλλὰ δισυλλάβως· οἷον «ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλήν» καὶ «ἀμφὶ πόλιν Τροίην μαρνοίμεθα Ἀχαιοί». τινὲς δέ γε τῶν παλαιῶν συγχέοντες τὸ πᾶν καὶ ταῦτα διέλυσαν, ὡς ἐν τοῖς Ἀπίωνος καὶ Ἡροδώρου φέρεται. Τὸ δὲ Τροΐην ἔχει ἀπορίαν ἐπὶ τῇ διὰ τοῦ ο μικροῦ γραφῇ, ἐὰν αὐτὴ μὲν τὴν Τρωϊκὴν δηλοῖ, τὸ δὲ Τρωϊκὸν ὄνομα κατὰ πᾶσαν τὴν αὐτοῦ κίνησιν διὰ τοῦ ω μεγάλου γράφηται. εἰ δὲ καὶ ἐκ τοῦ Τροία διελύθη, οὐδὲν ἧττον ἡ αὐτὴ ἀπορία κρατεῖ. εἰ γὰρ ἀπὸ τοῦ Τρωός ἡ Τροία, διὰ τί τῇ οι διφθόγγῳ παραλήγεται καὶ μὴ τῇ διὰ τοῦ ω, ἵνα εἴη Τρῴα, ὡς Μινῴα; τάχα δὲ ἂν ἔχοι τοῦτο ἀπολογίαν τὴν τοῦ ω μεγάλου ἀλλοίωσιν εἰς τὴν οι δίφθογγον. ὡς γὰρ ἀγκώνη, ἀγκοίνη, οὕτω καὶ Τρῴα, Τροία. ἐκεῖνο δὲ πάλιν μένει δυσαπολόγητον. εἰ γὰρ Τρωΐους ἵππους τοὺς Τρωϊκοὺς διὰ τοῦ ω μεγάλου γράφομεν, δυσχερές ἐστιν ἀπολογήσασθαι, διὰ τί πόλις Τροΐη ἡ Τρωϊκὴ διὰ τοῦ ο μικροῦ ἔχει τὴν ἄρχουσαν. ἐπιτείνει δὲ μάλιστα τὴν ἀπορίαν ὁ Πίνδαρος, ὃς αὐτὴν τὴν Τροίαν Τρωίαν ἐν Ἰσθμιονίκαις εἰπὼν διὰ τοῦ ω μεγάλου γράφει τὴν παραλήγουσαν. εἰ γὰρ οὕτως ἐκεῖνο, πολλῷ πλέον τὴν Τροΐην ἤτοι τὴν Τρωϊκὴν διὰ τοῦ ω μεγάλου ἐχρῆν γράφεσθαι. καὶ ταῦτα μὲν οὕτω. [Τὸ δέ «εὐτείχεον» Ἰωνικῶς κεκίνηται ἀπὸ τοῦ τεῖχος, τείχεος, εὐτείχεος. ἄλλως μέντοι τὸ κοινὸν εὐτειχέα ἦν ἄν. ὡς γὰρ σθένος εὐσθενής, βέλος ὀξυβελής, οὕτω καὶ τεῖχος εὐτειχής, οὗ αἰτιατικὴ εὐτειχέα.] Ἀλαπάξαι δὲ κυρίως τὸ ἐκκενῶσαι, ὅθεν καὶ λαπάρα ἡ κενὴ ὀστῶν καὶ λαφύσσω. γίνεται δὲ ἐκ τοῦ λαπάζω πλεονασμῷ τοῦ α. παρὰ γοῦν τῷ Αἰσχύλῳ εὕρηται τὸ ῥῆμα χωρὶς τοῦ α. καταχρηστικῶς δὲ καὶ τὸ πορθεῖν ἀλαπάζειν λέγεται ὡς ἐν ταῖς