Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.105
Not analysed yet
ἁλώσεσιν ἐκκενουμένων τῶν πόλεων. κεῖται δέ που ἐν τῇ Ὀδυσσείᾳ φανερῶς τὸ ἀλαπάζειν οὐκ ἐπὶ ἁλώσεως ἢ πορθήσεως πόλεως, ἀλλὰ ἁπλῶς ἐπὶ ἐκκενώσεως. γίνεται δὲ τὸ λαπάζειν ἐκ τοῦ λάπτειν, ἀφ' οὗ καὶ τὸ λάφυρον. ἔστι δὲ λάπτειν κυρίως τὸ ῥοφεῖν ὀνοματοποιηθὲν καὶ κυριολεκτηθὲν ἐπί τε κυνῶν καὶ λύκων καὶ τοιούτων ζῴων καρχάρων. [Ἰστέον δὲ καὶ ὅτι τὸ «Ζεὺς δῷσι» κατὰ Ἴωνας ἢ ἐκ τοῦ δῶ γίνεται προσλήψει τῆς σι συλλαβῆς ἢ ἐκ τοῦ δῷς, ὃ καὶ κάλλιον· ἵνα ᾖ, ὡς λάβῃς λάβῃσι, λάχῃς λάχῃσι καὶ ὅσα τοιαῦτα, πρὸς ὁμοιότητα τοῦ τίθης τίθησιν· οὕτω καὶ ἐὰν δῷς, ἐὰν δῷσι.] (v. 132) Ὅτι κλέπτειν τὸ μέν ἐστι ταῖς χερσί, τὸ δὲ τῷ λογισμῷ. φησὶ γοῦν ὁ ποιητής· «μὴ δ' οὕτως ἀγαθός περ ἐὼν [κλέπτε νόῳ» ἀντὶ τοῦ παραλογίζου καὶ θέλε ἀπατᾶν. ἔστι δὲ καὶ οὗτος ὁ λόγος κρᾶμα ἐπαίνου καὶ ψόγου. ἔπαινος μὲν γὰρ τὸ «ἀγαθός περ ἐών», καθὰ καὶ τὸ «θεοείκελ' Ἀχιλλεῦ».] τὸ δέ «μὴ κλέπτε νόῳ» ἔχει τι σφοδρότητος. Ἰστέον δὲ ὡς τρεῖς εἰσι τρόποι, καθ' οὓς ἐξίσταταί τις τοῦ οἰκείου βουλήματος· ἢ γὰρ πειθόμενος ἢ ἀπατώμενος, ὅπερ ὁ ποιητὴς παρελεύσεσθαι λέγει, ἢ ἄκων ἐν τῷ κελεύεσθαι· ἅπερ ὁ Ἀγαμέμνων οὐκ ἂν ἐνταῦθα παθεῖν ὑπὸ τοῦ Ἀχιλλέως διανίσταται. «οὔτε γὰρ νόῳ κλέπτων», φησί, «παρελεύσεαί με» ἤγουν παραδράμῃς «οὔτε πείσεις οὔτε κελεύσεις ἀποδοῦναι τὴν Χρυσηΐδα». Τὸ δέ «παρελεύσεαι» ἔχει τι λεληθότως καὶ σκωπτικόν. οἱονεὶ γὰρ λέγει ὅτι, εἰ καὶ τῇ ποδωκείᾳ παρελθεῖν με δύνασαι, ἀλλὰ ἀπατῶν καὶ δολιευόμενος οὐκ ἄν με νικήσας παρέλθῃς. [Ἰστέον δὲ ὅτι τε ἐν τῷ «μὴ δ' οὕτως ἀγαθός περ ἐών» ἀργὸς κεῖται ὁ δε σύνδεσμος ληφθεὶς ἀντὶ τοῦ δη. καὶ ὅτι οὐ χειρὶ μόνον καὶ νόῳ, ἀλλὰ καὶ ποσὶ κλέπτεταί τι κατὰ τὸ «ποδοῖν κλοπὰν ἀρέσθαι» ἤγουν λάθρα φυγεῖν.] (v. 133) Ὅτι τὸ ἐθέλειν καὶ τὰ ὅμοια προαιρετικὰ ῥήματα, οἷον τὸ αἱρεῖσθαι, τὸ βούλεσθαι, τὸ γλίχεσθαι, τὸ ἐφίεσθαι καὶ τὰ ὅμοια, δύο συντάξεις ἔχουσι· μίαν μετὰ ἀπαρεμφάτου ῥήματος, οἷον· αἱροῦμαι λέγειν, ἐθέλω γράφειν, βούλομαι λαλεῖν καὶ τὰ ἐφεξῆς ὁμοίως· ἑτέραν δὲ μετὰ ἐγκλίσεως ὑποτακτικῆς, οἷον· ἐθέλω, ἵνα γράφω, βούλομαι, ἵνα λαλῶ καὶ τὰ ἄλλα ὡσαύτως. ταύτας τὰς δύο συντάξεις ὁ ποιητὴς ἐν μιᾷ ἐννοίᾳ ἐνταῦθα τιθείς φησιν «ἢ ἐθέλεις, ὄφρ' αὐτὸς μὲν ἔχῃς γέρας, ἐμὲ δὲ ἧσθαι δευόμενον;» (v. 135—7) Ὅτι σχῆμα ἐλλειπτικὸν ἐνταῦθα τὸ «ἀλλ' εἰ μὲν δώσουσι