Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.113
Not analysed yet
τῆς βώτιδος· ὅθεν γῆ τε βωτιάνειρα ἡ θρεπτικὴ ἀνδρῶν παρὰ τὸ βῶ βώσω βότης καὶ τὸ ἀνὴρ ἀνέρος· καὶ «παμβῶτις» παρὰ Σοφοκλεῖ ἡ πάντων τροφός. καὶ ἔστι τοῦτο καθολικώτερον. ἡ γάρ τοι βωτιάνειρα πρὸς εἶδος ἓν λαλεῖται τὸ τῶν ἀνθρώπων, ὥσπερ πρὸς ἑτεροῖα ζωϊκὰ εἴδη τὸ ἱππόβοτον πεδίον, τὸ αἰγίβοτον, τὸ μηλόβοτον, τὸ βούβοτον.] (v. 157) Ὅτι ἐπὶ τόπων πολὺ διεστώτων, ἐν οἷς καὶ θάλασσα μεσολαβεῖ, εἴποι τις ἂν τὸ «μάλα πολλὰ μεταξὺ οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα». Ἰστέον δὲ ὅτι σκιόεντα μὲν ἀπὸ τοῦ παρακολουθοῦντος λέγει τὰ δασέα καὶ σκιᾶς ἀποτελεστικὰ διὰ τὸ τῆς ὕλης λάσιον· ἠχήεσσα δέ, περὶ ἣν πολὺς ἦχος γίνεται. ὁ δὲ ἦχος ὠνοματοπεποίηται, ὥσπερ καὶ ἡ ἰαχή. δῆλον δὲ ὅτι τὸ σκιόεντα καὶ ἐπὶ δωμάτων λέγεται, ὡς τὸ «μέγαρα σκιόεντα». (v. 158 s.) Ὅτι τὸ «ἀναιδείην ἐπιειμένε» ἤγουν ἐνδεδυμένε, τὸ πρὸ ὀλίγου ῥηθέν, ἐνταῦθα ἐπὶ πλέον αὐξάνων φησίν· «ὦ μέγα ἀναιδές» καὶ «κυνῶπα» ἀπὸ εὐθείας ὁ κυνώπης· οὗ θηλυκὸν ἡ κυνῶπις, ὡς δηλοῦσι καὶ αἱ τῆς τραγῳδίας «κυνώπιδες». παρακατιὼν δὲ διαλύει τὸ σύνθετον καὶ κυνὸς ὄμματα ἔχειν αὐτὸν λέγει. καὶ ὅρα ὅτι καὶ ὁ Ἀχιλλεὺς ταὐτολογεῖ διὰ θυμόν, καθὰ καὶ ὁ βασιλεὺς ἀνωτέρω, καὶ οὐ θέλει μεταβῆναι τῆς ἐπὶ ἀναιδείᾳ κατηγορίας. Σημείωσαι δὲ καὶ ὅπως εἰς πολὺν ἐξελαθεὶς θυμὸν ὁ βασιλεὺς ὅμως οὐδὲν τραχὺ προσεῖπε τὸν Ἀχιλλέα, ἀλλὰ πολλὰ καὶ δεινὰ παρ' ἐκείνου ἀκούσας αὐτὸς ἐκπαγλότατον μόνον ἐκεῖνον ἠρκέσθη προσειπεῖν συνεννοησάμενός που καὶ αὐτὸς τὸ τοῦ τραγικοῦ, ὡς «αἰσχρὸν λόγοις κολάζειν τὸν δυνάμενον ἔργοις ἀμύνασθαι», μάλιστα δὲ παιδεύων μὴ ἐφιέναι ἄγαν τῇ γλώσσῃ τὸν θυμούμενον. Ὅτι τὸ ἄρνυσθαι παρὰ τοῖς παλαιοῖς κυρίως ἐπὶ τοῦ ἀντικαταλλάσσεσθαι ἔκειτο καὶ εἴρηται περὶ αὐτοῦ ἐντελέστερον ἐν τῷ ἄλφα τῆς Ὀδυσσείας. νῦν δὲ ἐν τῷ «τιμὴν ἀρνύμενοι σοί τε καὶ τῷ Μενελάῳ πρὸς Τρώων» τιμὴν τὴν τιμωρίαν φασὶν οἱ παλαιοὶ φιλοσοφώτερον. ὡς γὰρ ὁ ἀδικηθεὶς χρήματα πολλάκις πρὸς τοῦ ἀδικήσαντος ἄρνυται καὶ ζημίαν οὕτω τῆς εἰς αὐτὸν ἀδικίας ἀντικαταλλάσσεται ἢ τυχὸν καὶ κόλασιν ἀντιλαμβάνει τῆς ὕβρεως ἐκ τοῦ ὑβρίσαντος, οὕτω καὶ οἱ Ἕλληνες πολιορκοῦντες τὴν Τροίαν τιμωρίαν ταύτην τοῖς βασιλεῦσιν ἀντικαταλάσσονται τῆς ὑπὸ Τρώων πεπλημμελημένης εἰς τὴν Ἑλένην ἁρπαγῆς. Τὸ δὲ εἰπεῖν ὅτι «τιμήν» ἤγουν ἀγαθὸν κλέος «ἐκ Τρώων ἀρνύμενοι σοί τε καὶ τῷ Μενελάῳ», φαῦλον μέντοι προφανὲς οὐκ ἔχει, —ἔφη γὰρ καὶ ὅτι πολεμοῦμεν, ὄφρα σὺ χαίρῃς—οὐκ ἀρέσκει δὲ τοῖς παλαιοῖς. βούλονται γὰρ τοὺς Ἕλληνας πρὸς Τρώων τιμωρίαν καὶ δίκην ἤγουν ἐκδίκησιν εἰσπράτ-