Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.112
Not analysed yet
η εἰς ε γίνεται πέρθω διὰ τοὺς ἑπομένους ἐμπρησμοὺς ταῖς πορθήσεσι· καὶ ὡς παρὰ τὸ δαίω, τὸ καίω, δῆρις ἡ μάχη, ἔτι δὲ καὶ δηΐς· οὕτω παρὰ τὸ αὐτὸ δαίω δηλεῖσθαι τὸ καυστικῶς βλάπτειν ὡσεὶ καὶ διὰ δαλοῦ καίοντος.] καὶ τοιαῦτα μὲν ταῦτα. (v. 154) Τὰς βοῦς δὲ θηλυκῶς Ἴωνές φασι, καθὰ καὶ ἀλλαχοῦ ῥηθήσεται, ἤδη δὲ καὶ Ἀττικοί, ὥσπερ καὶ τὰς ὄϊς καὶ τὰς ἵππους καὶ τὰς ἡμιόνους καὶ τὰς κύνας. Σημείωσαι δὲ ὅτι ἐνταῦθα μὲν ἐλάσαι τὸ πολέμου νόμῳ ἀπελάσαι· λέγεται δὲ καὶ ἐπὶ σιδήρου ἐλάσεως καὶ ἐπὶ κτίσεως τείχους καὶ ὀρύξεως τάφρου καὶ ἱππηλασίας. εὕρηται δὲ καὶ κατελάσαι κωμικώτερον ἐπὶ ἀσέμνου σημασίας. τὸ δὲ ὅρκους ἐπήλασαν παρ' Ἡροδότῳ ἀντὶ τοῦ ἐπήγαγον, ἀπεναντίας ῥηθὲν πρὸς τὸ ἀπήλασαν, τὸν ἐπακτὸν ὅρκον ὀνομασθῆναι πεποίηκε παρὰ τοῖς ὕστερον. [Ἰστέον δὲ ὅτι ἐν τῷ «οὐ γὰρ πώ ποτ' ἐμὰς βοῦς ἤλασαν» ὁ πω παραπληρωματικὸς σύνδεσμος ἐκ βαρυτονήσεως ἐνεκλίθη· οἷον «οὔπω γάρ ποτε». διὸ καὶ προπαροξύνεται, ὡς καὶ ἀλλαχοῦ δηλοῦται. δηλοῖ δὲ τὴν τοῦ συνδέσμου βαρεῖαν τάσιν καὶ τὸ «οὐδέ τί πω ἴδμεν» καὶ ἑξῆς.] (v. 155) Ὅτι τὴν Φθίαν ἤγουν τὰ νῦν κατά τινας λεγόμενα Φάρσαλα τὴν τοῦ Ἀχιλλέως πατρίδα ἐριβώλακα λέγει ἤγουν μεγαλόβωλον, ἔτι δὲ καὶ βωτιάνειραν ἤτοι θρεπτικὴν ἀνδρῶν. ἐν δὲ τοῖς ἑξῆς καὶ «μητέρα μήλων» ἤγουν προβάτων καὶ θρεμμάτων αὐτὴν ὀνομάσει διὰ τὸ πίονα εἶναι τὴν ἐκεῖσε γῆν. ὁ δὲ πολίτης αὐτῆς Φθιώτης λέγεται. εἰσὶ δέ τινες καὶ Φθῖοι παρὰ τῷ ποιητῇ, ἕτεροι παρὰ τοὺς Φθιώτας, ὡς ἐν τοῖς ἑξῆς, ὅτε δέον ἐστί, ῥηθήσεται. ὁ δὲ τὰ Ἐθνικὰ γράψας ἀπὸ Φθίας γυναικὸς ἢ Φθίου υἱοῦ Ποσειδῶνος καὶ Λαρίσσης κληθῆναι τὴν Φθίαν φησὶ λέγων καί, ὅτι πόλις καὶ μοῖρα Θετταλίας ἡ Φθία, καί, ὅτι τὸ τοπικὸν καὶ Φθιώτης καὶ Φθῖος λέγεται. καὶ Αἰλιανὸς δὲ μέμνηταί τινος Φθίας παρθένου, ἧς, φησίν, ἐρασθεὶς Ζεὺς μετέβαλε τὴν μορφὴν εἰς περιστεράν. [Ἰστέον δὲ ὡς τοῦ βωτιάνειρα προϋπόκειται ὁ βότης καὶ Ἰωνικῶς βούτης, ὡς ὑποδηλοῖ καὶ ὁ παρ' Ἡσιόδῳ ἀβούτης ἀνήρ. Δωριεῖς δὲ τὸ βούτης εἰς ω μέγα τρέψαντες κατὰ τὸ Μοῦσα Μῶσα βώτης εἴποιεν ἄν, οὗ θηλυκὸν ἡ βῶτις,