Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.117
Not analysed yet
πολλῶν ἐτῶν οἱονεὶ πολλόετός τις ὤν. γίνεται δὲ ἄφενος, ὡς τοῖς πλείοσι δοκεῖ, ἀπὸ τοῦ ἕνου, ὅ ἐστι χρόνου, ὅς, εἰ καὶ παρ' ἡμῖν ψιλοῦται, ἀλλὰ παρὰ τοῖς παλαιοῖς Ἀττικῶς δασύνεσθαι λέγεται. [Τοῦτο δὲ ἢ παρὰ τὸ ἕω, τὸ πληρῶ ἤτοι τελειῶ, ἐξ οὗ καὶ ὁ ὅλος· τελεσφόρος γὰρ κατὰ τοὺς παλαιοὺς ὁ ἐνιαυτός· ἢ παρὰ τὴν ἕνωσιν τῶν τεσσάρων ὡρῶν καὶ τῶν κατ' αὐτὰς ἔργων· ἢ καὶ ἄλλως παρὰ τὸ εἷς ἑνός, ἵνα κατὰ τὴν ἔνην καὶ αὐτὸς εἴη βοῦς μόσχος μονόκερως· βοῦς μὲν διὰ τὸ κατὰ βόας ἐργατικὸν τῆς γενέσεως· μόσχος δὲ διὰ τὸ ἀεὶ νεάζειν ἐφ' οἷς ποιεῖ· μονόκερως δὲ διὰ τὸ μοναδικὸν καὶ ἀνεπικοινώνητον κατ' ἐνέργειαν τοῖς μερικοῖς καιροῖς. ἔτι ἰστέον καὶ ὡς] διφορεῖται ἄφενος κατὰ τὸ γένος. καὶ Ὅμηρος μὲν οὐδετέρως προάγει αὐτὸ λέγων «ἄφενος καὶ πλοῦτον ἀφύξειν». εὕρηται δὲ παρά τισι καὶ ἀρσενικῶς ὁ ἄφενος. οὕτω καὶ ὄσσος ἐπὶ ὀφθαλμοῦ διφόρησιν ἔχει, ὡς προδεδήλωται. κατὰ δὲ Ἡρωδιανὸν καὶ τάριχος ἑκατέρως λέγεται. τὸ τάριχος γὰρ καὶ ὁ τάριχος. φέρει δ' ἐκεῖνος καὶ χρήσεις ἀμφοῖν. Μένανδρος «ἐπέπασα ἐπὶ τὸ τάριχος ἅλας». [Φιλιππίδης «τυροῦ καὶ ταρίχους».] Ἀριστοφάνης «ἐπὶ τῷ ταρίχει τὸν γέλωτα κατέδομαι». ὁ αὐτός «τάριχον τοῦτον πλύνω». δῆλον δὲ ὡς οὕτω καὶ ὁ σκότος φέρεται καὶ τὸ σκότος [καὶ τὸ ὄνειδος καὶ ὁ ὄνειδος καὶ τὸ χρεῖος ἤγουν χρέος καὶ ὁ χρεῖος παρὰ Φίλωνι, ὅθεν ὁ ἀχρεῖος σύγκειται.] Πολλὴ δὲ καὶ ἐν ἄλλοις ἡ διφόρησις, ὡς καὶ ἡ νείκη δηλοῖ καὶ τὸ νεῖκος καὶ ἡ δίψα καὶ τὸ δίψος καὶ ἡ βλάβη καὶ τὸ βλάβος· ἔτι δὲ καὶ ἡ τρίβος καὶ ὁ τρίβος, ὡς Εὐριπίδης γράφει. Ἀφύσσειν δὲ τὸ ἀντλεῖν ἐνταῦθα καὶ δηλοῖ τὴν τοῦ πλουτεῖν δαψίλειαν. ἐν δὲ τοῖς ἑξῆς που ἐπὶ ἐντέρων τὴν λέξιν τίθησιν ὁ ποιητὴς ἐκπεπτωκότων τῆς κοιλίας διὰ πληγήν, οἷον