Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.118
Not analysed yet
»ἔντερα ἤφυσεν ὁ χαλκός». καί φασιν οἱ παλαιοὶ γίνεσθαι αὐτὸ ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ φύω φύσσω ἀφύσσω τὸ τῆς συμφυΐας ἀποστερῶ. [Ἰστέον δὲ ὅτι τε κἀνταῦθα φιλοκτεανώτατον τὸν βασιλέα εἶναι ὁ Ἀχιλλεὺς ὑποδηλοῖ. τοιοῦτον γὰρ τὸ ἐθέλειν οὐχ' ἁπλῶς κτᾶσθαι, ἀλλὰ οἷον ἀντλεῖν πλοῦτον· καὶ ὅτι ἀπελθεῖν οἴκαδε ὁ ἥρως ἐθέλει ὡς ἐνθάδε, φησίν, ἄτιμος ἐών. φιλοτιμότατος ἄρα ἐστί· καὶ ὅτι ταὐτὸν τὸ ἄτιμος τῷ ἀγέραστος, ὅπερ εἶπεν ὁ βασιλεύς· καὶ ὅτι τὸν ἄτιμον ἀτίμητόν που ἐρεῖ.] (v. 173) Ὅτι Ἀχιλλέως εἰπόντος «ἄπειμι Φθίηνδε», ὁ Ἀγαμέμνων ἀστείως ἀντιλέγων φησί· «φεῦγε μάλα, εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ σ' ἔγωγε λίσσομαι εἵνεκ' ἐμεῖο μένειν», μυκτηρίζων τε ὡς οὐδὲν χρήσιμον ὄντα καὶ τὴν παρ' ἐκείνου λεγομένην ἀπέλευσιν φυγὴν οἷον εὐσχήμονα ὀνομάζων ὡς δειλανδρήσαντος. τὸν δὲ τοιοῦτον λόγον τοῦ Ὁμήρου οἰκεῖόν ἐστι πρὸς πάντα εἰπεῖν τὸν ἐκφοβεῖν θέλοντά τινας ὡς κακόν τι πεισομένους διὰ τῆς αὐτοῦ ὑποχωρήσεως. Τὸ δέ «εἵνεκα ἐμεῖο» οὐκ ἀργῶς κεῖται, ἀλλ' ἐπεὶ φθάσας ὁ Ἀχιλλεὺς εἶπεν, ὡς οὐ διὰ τοὺς Τρῶας ἦλθε πολεμήσων, ἀλλὰ διὰ τοὺς Ἀτρείδας. ἐπειδὴ δὲ ὁ αὐτὸς καὶ ἀπεσέμνυνε τοὺς Ἕλληνας ἔν τε τῷ «ἔδοσαν δέ μοι υἷες Ἀχαιῶν» καὶ ἐν τῷ «ὁππότε Ἀχαιοὶ Τρώων ἐκπέρσωσι πτολίεθρον», ἀντιδημαγωγεῖ καὶ ὁ βασιλεὺς ἐνταῦθα τὸν ὄχλον λέγων «πάρ' ἔμοι γε καὶ ἄλλοι, οἵ με τιμήσουσιν». εἶτα, ἐπεὶ οὐ πάνυ ἔνδοξον τὸ τὸν βασιλέα τῷ δήμῳ χαρίζεσθαι, ἐπήγαγεν ἐνδοξότερον τὸ «μάλιστα δὲ μητίετα Ζεύς». Ὅτι δὲ καὶ τὸ ἑαυτοῦ φιλοπόλεμον ὁ Ἀχιλλεὺς ηὔξησεν ὡς φιλίαν διὰ τοῦτο ἀπαιτεῖν, καταρριπτεῖ καὶ τοῦτο ὁ βασιλεὺς μισεῖν αὐτὸν μάλιστα εἰπὼν ὡς φίλεριν καὶ φιλοπόλεμον, καθὰ καὶ κατωτέρω ῥηθήσεται. καὶ οὕτω πρὸς τὴν τοῦ Ἀχιλλέως δημηγορίαν ὁ βασιλεὺς ἀντειπεῖν προθέμενος, ὅμως πρὸς τὸ ἀνδρεῖον ἐκεῖνον εἶναι καὶ αὐτὸν μὲν τὸ πλεῖον τοῦ πολέμου χερσὶ διέπειν, ἀρκεῖσθαι δὲ ὀλίγα λαμβάνοντα, οὐκ ἀντεῖπε διδάσκοντος τοῦ ποιητοῦ καὶ ἐνταῦθα μὴ δεῖν ἀπαναισχυντεῖν πρὸς φανερὰν ἀλήθειαν. (v. 174) Ὅτι ὥσπερ ἡ ἐπι πρόθεσις ἔστιν ὅτε μόνη αὐτὴ καθ' αὑτὴν τίθεται ἀντὶ ῥήματος τοῦ ἔπεστιν, οἷον «οὔ τοι ἔπι δέος» ἀντὶ τοῦ οὐκ ἔπεστί σοι φόβος, ὡσαύτως καὶ ἡ μετα πρόθεσις τὸν τόνον ἀναβιβάσασα λέγεται ἀντὶ τοῦ μέτεστιν, ὡς καὶ Εὐριπίδης δηλοῖ· οὕτω καὶ τὸ πάρα. τοῦτο δὲ καὶ ἀντὶ ἑνικοῦ λαμβάνεται ῥήματος τοῦ πάρεστι καὶ ἀντὶ πληθυντικοῦ, οἷον «πάρ' ἔμοι γε καὶ ἄλλοι». ὁμοίως καὶ τὸ ἔνι, ὅπερ ἐστὶν ἡ ἐν πρόθεσις μετὰ ἐπεκτάσεως. καὶ αὐτὸ γὰρ ποτὲ μὲν ἀντὶ τοῦ ἔνεστιν ἤγουν ἐνυπάρχει νοεῖται, ποτὲ δὲ ἀντὶ τοῦ ἔνεισιν, ὡς