Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.126
Not analysed yet
εἰς σαφὲς καὶ τὸ «οὐκ ἔσθ' ὅπως», οἷον «οὐκ ἔσθ' ὅπως ἀληθῆ λέγεις» ἤγουν «οὐκ ἔστιν ὅτι ἀληθεύεις». ὅπως μὲν γὰρ ἔστιν ὅτε ἀντὶ τοῦ ὡς, αὐτὸ δὲ πάλιν ταὐτὸν πολλάκις τῷ ὅτι. μεταληπτικῶς οὖν τὸ ὅπως ἀντὶ τοῦ ὅτι. ὅμοιον καὶ τὸ ὅπως ἀντὶ τοῦ καθά, ὡς τὸ «φελλοὶ δ' ὅπως» παρ' Αἰσχύλῳ. ὅπως μὲν γάρ ποτε τὸ ὥς, αὐτὸ δὲ ἔστιν οὗ παραβολικῶς ἀντὶ τοῦ καθάπερ, ὅθεν μεταλήψεως λόγῳ τὸ ὅπως ἀντὶ τοῦ καθά. οὕτω δὲ ἐφοδεύεται καὶ τὸ ὅτι ἀντὶ τοῦ λίαν, οἷον «ὅτι μάλα». τὸ μὲν γὰρ ὅτι ταὐτὸν δύναταί ποτε τῷ ὥς· τὸ δὲ ὡς ἔστιν ὅτε ἀντὶ τοῦ λίαν· τὸ τοίνυν ὅτι σημαίνοι ἂν τὸ λίαν, ὥσπερ ποτὲ καὶ τὸ ὥς. [τοιούτῳ τρόπῳ καὶ ἐν Οἰδίποδι τῷ Τυράννῳ Σοφοκλῆς ἔφη τὸ «ὅπως τάχιστα» ἀντὶ τοῦ λίαν ταχέως, μεταλαβὼν τὸ ὅπως εἰς τὸ ὥς, αὐτὸ δὲ εἰς τὸ λίαν.] πολλὰ δὲ καὶ ἕτερα τοιαῦτα παρὰ τοῖς παλαιοῖς καὶ μάλιστα παρὰ τῷ Θεοκρίτῳ. τοιούτου δὲ τρόπου καὶ τὸ ποντικοί ἰδιωτικῶς λεγόμενον ἐπὶ νεύρων. εἰσὶ μὲν γὰρ ἀληθῶς μύες τινὲς παρὰ Ἀριστοτέλει ποντικοί. τὸ δὲ ποντικοὺς τοὺς μυῶνας εἰπεῖν καὶ εἰς τοῦτο μεταλαβεῖν τὴν λέξιν ἐκείνην μεταλήψει ἔοικε τῇ παρὰ τοῖς γραμματικοῖς. μυῶνες μὲν γὰρ μύες τινές· μύες δὲ ποντικοί· μυῶνες ἄρα ποντικοί. [καὶ τοιαύτη μὲν ἡ ῥηθεῖσα μετάληψις ἐζηλωμένη καὶ τοῖς ἄρτι παικτικώτερον. ὅτι δὲ μετάληψις καὶ ἡ ἀλληγορία λέγεται παρὰ τοῖς σοφοῖς καὶ ἡ τῶν λέξεων ἑρμηνεία, ὅθεν καὶ λέξεις ἀμετάληπτοι αἱ ἀνερμήνευτοι, οὐκ ἔστιν ἀμφιβαλεῖν.] Ἦτορ δὲ κατὰ τοὺς παλαιοὺς ἡ ψυχὴ παρὰ τὸ ἄω τὸ πνέω· πνεῦμα γὰρ νοερὸν ἡ ψυχή. Ὅτι τὸ διχῇ, ὁπηνίκα συσταλῇ κατὰ τὴν λήγουσαν, μετατίθησι καὶ τὸν τόνον καὶ βαρυτόνως λέγεται δίχα, ἐξ οὗ καὶ τὸ διάνδιχα. οὕτω καὶ τὸ τριχῇ τρίχα λέγεται καὶ ὁμοίως τέτραχα καὶ πένταχα. τὸ δὲ δίχα ἀντὶ τοῦ χωρίς καὶ ἄνευ τῆς ὑστέρας χρήσεώς ἐστι. παρὰ γὰρ τοῖς ἀρχαίοις τὸ δίχα ἀντὶ τοῦ διχῇ ἐλαμβάνετο, ἐξ οὗ καὶ τὸ παρὰ τοῖς ὕστερον δίχα μετήνεκται. ὅτι δὲ τὰ τοιαῦτα κατὰ μεταπλασμόν τινα ἔτρεψαν τὸ η εἰς α, προείρηται. [Γίνεται δὲ τὸ διάνδιχα ἐκ τῆς διά καὶ ἀνά προθέσεως, ὧν ἡ μέν «διά» δυασμόν τινα σημαίνει, ὡς δῆλον ἐκ τοῦ διαιρεῖσθαι καὶ διαφωνεῖν καὶ διΐστασθαι καὶ ἐκ τοῦ διαζυγίου καὶ τῆς διαφορᾶς, ἡ δὲ ἀνὰ πρόθεσις δευτέρωμά τι δηλοῖ, ὡς ἐν τῷ ἀναβαπτίζειν φαίνεται καὶ ἀνακρίνειν καὶ ἐπανερωτᾶν καὶ τοῖς ὁμοίοις, ἵνα ᾖ διάνδιχα βουλεύεσθαι τὸ δυάζειν βουλὴν οὕτω καὶ οὕτω καὶ ἀναβουλεύεσθαι ἄλλως καὶ ἄλλως.] (v. 191) Ὅτι ἐν τῷ «μερμήριξεν Ἀχιλλεύς» ἤγουν ἐβουλεύσατο, εἰ «τοὺς μὲν Ἕλληνας ἀναστήσειεν, ὃ δ' Ἀτρείδην ἐξεναρίζοι», τὸ ἀναστήσειν οἱ μὲν κοινότερον ἐνόησαν ἀντὶ τοῦ ταράξας ἐξεγερεῖ,